Saint Nicholas Greek Orthodox Church
Grand Junction, Colorado

Ecumenical Patriarchate of Constantinople (AD 73)
Greek Orthodox Archdiocese of America (AD 1922)
Greek Orthodox Metropolis of Denver (AD 1979)

METROPOLIS OF DENVER
Home Page
Return to
Liturgical Texts
Page
Download
Liturgy
in .docx format
Download
Liturgy
in .pdf format

The Divine Liturgy of Saint John Chrysostom

THE DIVINE LITURGY Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
The Deacon exclaims: Bless master! Ὁ Διάκονος ἐκφώνως· Εὐλόγησον δέσποτα!
The Priest exclaims: Blessed is the Kingdom of the Father, and of the Son, and of the Holy Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱου καὶ τοῦ Ἁγίου Πνεύματος, νύν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
From Pascha until its Apodosis Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως
Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Τhrice, once from the Holy of Holies, and twice by the choirs. Τρὶς, ἅπαξ ἐκ τοῦ Ἱεροῦ Βήματος, καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν.
The Great Litany Μεγάλη Συναπτῆ
Deacon: In peace let us pray to the Lord. Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the peace from above and for the salvation of our souls, let us pray to the Lord. Διάκονος· Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the peace in the whole world, for the stability of the holy churches of God, and for the union of all, let us pray to the Lord. Διάκονος· Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For this holy house and for those who enter with faith, reverence, and the fear of God, let us pray to the Lord. Διάκονος· Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the pious and Orthodox Christians, let us pray to the Lord. Διάκονος· Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For our Archbishop (Name), the honorable presbytery, the diaconate in Christ, and for all the clergy and the laity, let us pray to the Lord. Διάκονος· Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the president of our country, for all civil authorities, and for our armed forces on land, at sea, and in the air, let us pray to the Lord. Διάκονος· Ὑπέρ τοῦ προέδρου τῆς χώρας ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῇ, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα ἡμῶν στρατοῦ, τοῦ κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For this city, for every monastery, city, and land, and for the faithful who dwell in them, let us pray to the Lord. Διάκονος· Ὑπέρ τῆς πόλεως ταύτης, πάσης μονῆς, πόλεως, καὶ χώρας, καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For favorable weather, an abundance of the fruits of the earth, and for temperate seasons, let us pray to the Lord. Διάκονος· Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For travelers by sea, land and air; the sick, the suffering, the captives and their salvation, let us pray to the Lord. Διάκονος· Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For our deliverance from all tribulation, wrath, danger, and necessity, let us pray to the Lord. Διάκονος· Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God. Διάκονος· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοὶ, Κύριε.
The Priest recites: Lord our God, Whose power is inconceivable, and Whose glory is incomprehensible; Whose mercy is immeasurable, and Whose love for mankind is ineffable: You, Master, in Your compassion look upon us and upon this holy house, and grant to us and to those who pray with us Your rich mercies and Your compassions. Ὁ Ἱερεύς ἐπεύχεται· Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον, καὶ ἡ δόξα ἀκατάληπτος· οὗ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ ποίησον μεθ’ ἡμῶν, καὶ τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.
The Priest exclaims: For to You belong all glory, honor, and worship: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
First Antiphon Ἀντίφωνον Α´
On Sundays and on the Commemoration of Saints Ἐν ταῖς Κυριακαῖς καὶ Ἑορταζομένων Ἁγίων
Tone 2 Ἦχος β΄
Bless the Lord, my soul, and all that is within me bless His holy name. Εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον, καί πάντα τά ἐντός μου τό ὄνομα τό ἅγιον αὐτοῦ.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Bless the Lord, my soul, and forget not all that He has done for you. Εὐλόγει, ἡ ψυχή μου, τόν Κύριον, καί μή ἐπιλανθάνου πάσας τάς ἀνταποδόσεις αὐτοῦ.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
The Lord in heaven has prepared His throne, and His Kingdom rules over all. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τόν θρόνον αὐτοῦ, καί ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
On Ordinary Weekdays Ἐν ταῖς Καθημεριναῖς
Tone 2 Ἦχος β΄
It is good to confess to the Lord, and to chant Your name, Most-High. Ἀγαθόν τό ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καί ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
To proclaim Your mercy in the morning, and Your truth at night. Τοῦ ἀναγγέλλειν τό πρωῒ τό ἔλεός σου, καί τήν ἀλήθειάν σου κατά νύκτα.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
For the Lord our God is upright, and there is no unrighteousness in Him. Ὅτι εὐθύς Κύριος ὁ Θεός ἡμῶν καί, οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Through the intercessions of the Theotokos, Savior, save us. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Αdditional Antiphons, click here. Ἀντίφωνα, πατήστε ἐδώ.
Small Litany Συναπτὴ Μικρὰ
Deacon: Again and again, in peace let us pray to the Lord. Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God. Διάκονος· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοί, Κύριε.
The Priest recites: Lord our God, save Your people and bless Your inheritance; protect the fullness of Your Church; sanctify those who love the beauty of Your house; glorify them in return by Your divine power and do not forsake us who hope in You.. Ὁ Ἱερεύς ἐπεύχεται· Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.
The Priest exclaims: For Yours is the dominion, and Yours is the kingdom, and the power, and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Second Antiphon Ἀντίφωνον Β´
On Sundays and on the Commemoration of Saints Ἐν ταῖς Κυριακαῖς καὶ Ἑορταζομένων Ἁγίων
Tone 2 Ἦχος β΄
Praise the Lord, my soul; I will praise the Lord in my life, I will chant to my God for as long as I exist. Αἴνει ἡ ψυχή μου τόν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Save us O Son of God,...
...Who are risen from the dead,...
or:
...Who are wondrous among the saints,...
...we sing to You: Alleluia.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,...
...ὁ ἀναστὰς ἐκ νεκρῶν·...
ἢ·
...ὁ ἐν Ἁγίοις θαυμαστός...
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
Blessed is he whose Help is the God of Jacob, whose Hope is in the Lord his God. Μακάριος οὗ ὁ Θεός Ἰακώβ βοηθός αὐτοῦ, ἡ ἐλπίς αὐτοῦ ἐπί Κύριον τόν Θεόν αὐτοῦ.
Save us O Son of God,...
...Who are risen from the dead,...
or:
...Who are wondrous among the saints,...
...we sing to You: Alleluia.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,...
...ὁ ἀναστὰς ἐκ νεκρῶν·...
ἢ·
...ὁ ἐν Ἁγίοις θαυμαστός...
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
The Lord shall reign to the ages; your God, Sion, from generation to generation. Βασιλεύσει Κύριος εἰς τόν αἰῶνα· ὁ Θεός σου, Σιών, εἰς γενεάν καί γενεάν.
Save us O Son of God,...
...Who are risen from the dead,...
or:
...Who are wondrous among the saints,...
...we sing to You: Alleluia.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,...
...ὁ ἀναστὰς ἐκ νεκρῶν·...
ἢ·
...ὁ ἐν Ἁγίοις θαυμαστός...
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
Glory to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
"Only-begotten Son..." «Ὁ Μονογενὴς Υἱὸς...»
On Ordinary Weekdays Ἐν ταῖς Καθημεριναῖς
Tone 2 Ἦχος β΄
The Lord has reigned, He has been robed in majesty, the Lord has been robed and girded with power. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καί περιεζώσατο.
Save us O Son of God, Who are wondrous among the saints, we sing to You: Alleluia. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα.
For He has established the world, which shall never be moved. Καί γάρ ἐστερέωσε τήν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Save us O Son of God, Who are wondrous among the saints, we sing to You: Alleluia. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα.
Holiness befits Your house, Lord, to length of days. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Save us O Son of God, Who are wondrous among the saints, we sing to You: Alleluia. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι, Ἀλληλούϊα.
Glory to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
"Only-begotten Son..." «Ὁ Μονογενὴς Υἱὸς...»
Αdditional Antiphons, click here. Ἀντίφωνα, πατήστε ἐδώ.
Only-begotten Son and Word of God, immortal One, Who for our salvation did so humble Yourself by taking on flesh taking flesh from (from) the Theotokos and ever-virgin Mary; without change did You become Man; You were crucified Christ our God, trampling down death by Your death; as one of the Holy Trinity, and being glorified together with the Father and the Holy Spirit: save us. Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκοθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Small Litany Συναπτὴ Μικρὰ
Deacon: Again and again, in peace let us pray to the Lord. Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God. Διάκονος· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοί, Κύριε.
The Priest recites: You Who grant to us these common prayers offered with one voice, and Who have promised that where two or three agree in Your name You will receive their petitions: fulfill now the petitions of Your servants as befits them, granting to us the knowledge of Your truth in this age, and eternal life in the age to come. Ὁ Ἱερεύς ἐπεύχεται· Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισί, συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
The Priest exclaims: For You are a good God Who love mankind, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Third Antiphon or the Apolitikion of the Day Ἀντίφωνον Γ´ ἢ τὸ Ἀπολυτίκιον τῆς Ἡμέρας
Resurrectional Apolitikia, click here. Ἀναστάσιμα Ἀπολυτίκια, πατήστε ἐδώ.
Antiphons, click here. Ἀντίφωνα, πατήστε ἐδώ.
Small Entrance Μικρά Εἴσοδος
Prayer of the Entrance Εὐχὴ τῆς Εἰσόδου
Deacon: Let us pray to the Lord. Lord, have mercy. Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
The Priest recites: Master, Lord our God, Who establish the orders and hosts of Angels and Archangels in the heavens to minister to Your glory, grant that with our entrance there will be an entrance of holy Angels serving with us and together glorifying Your goodness. For to You belong all glory, honor, and worship: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Ὁ Ἱερεύς ἐπεύχεται· Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν, εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Deacon: Master, bless the holy entrance. Διάκονος· Εὐλόγησον Δέσποτα τὴν ἁγίαν εἴσοδον.
Priest: Blessed is the entrance of Your saints, always, now and ever and to the ages of ages. Amen. Ἱερεύς· Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Entrance Hymn Εἰσοδικόν
Tone 2 Ἦχος β΄
Come let us bow to Christ as we worship Him, the Son of God. Save us O Son of God,...
...Who are risen from the dead,...
or:
...Who are wondrous among the saints,...
...we sing to You: Alleluia.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,...
...ὁ ἀναστὰς ἐκ νεκρῶν·...
ἢ·
...ὁ ἐν Ἁγίοις θαυμαστός...
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
Αdditional Entrance Hymns, click here. Εἰσοδικά, πατήστε ἐδώ.
Apolitikion/a Ἀπολυτίκιον/α
Apolitikion of the Temple Ἀπολυτίκιον τοῦ Ναοῦ
Kontakion Κοντάκιον
Seasonal Kontakia, click here. Κοντάκια, πατήστε ἐδώ.
Trisagion Τρισάγιον
Deacon: Let us pray to the Lord. Διάκονος· Tοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For You are holy, our God, and to You we offer up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever... Ἱερεύς· Ὄτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί...
The Deacon exclaims: ...and to the ages of ages. Ὁ Διάκονος ἐκφώνως· ...καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Trisagion, "Holy God, Holy Mighty, Holy Immortal": Τρισάγιον, «Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος»·
Amen. Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἁμήν. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Glory to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Holy Immortal, have mercy on us. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
The Deacon exclaims: Dynamis! Ὁ Διάκονος ἐκφώνως· Δύναμις.
Nai Dynamis. Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ναὶ δύναμις. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
On certain feasts of the Lord, instead of the Trisagion, "Those who in Christ": Ἐν Δεσποτικῆ ἑορτῇ, ἀντὶ τοῦ Τρισαγίου, «Ὅσοι εἰς Χριστὸν»·
Amen. Those who in Christ have been baptized have put on Christ. Alleluia. Ἁμήν. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
Those who in Christ have been baptized have put on Christ. Alleluia. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
Those who in Christ have been baptized have put on Christ. Alleluia. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
Glory to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Have put on Christ. Alleluia. Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
The Deacon exclaims: Dynamis! Ὁ Διάκονος ἐκφώνως· Δύναμις.
Nai Dynamis. Those who in Christ have been baptized have put on Christ. Alleluia. Ναὶ δύναμις. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
For the Elevation of the precious Cross, instead of the Trisagion, "Your Cross we venerate"· Ἐν δὲ τῇ Ὑψώσει τοῦ τιμίου Σταυροῦ, ἀντὶ τοῦ Τρισαγίου, τό· «Τὸν Σταυρόν σου»·
Amen. Your Cross we venerate, O Master, and Your holy resurrection we glorify. Ἀμήν. Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
Your Cross we venerate, O Master, and Your holy resurrection we glorify. Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
Your Cross we venerate, O Master, and Your holy resurrection we glorify. Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
Glory to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
And Your holy resurrection we glorify. Καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
The Deacon exclaims: Dynamis! Ὁ Διάκονος ἐκφώνως· Δύναμις.
Nai Dynamis. Your Cross we venerate, O Master, and Your holy resurrection we glorify. Ναὶ δύναμις. Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
Prayer of the Thrice-Holy Hymn Εὐχὴ τοῦ Τρισαγίου Ὕμνου
The Priest recites: Let us pray to the Lord. Lord, have mercy. O God Who are holy, and Who rest among the saints; Who are praised with the thrice-holy hymn by the Seraphim, and Who are glorified by the Cherubim, and are worshipped by every heavenly power; Who have brought all things out of nothing into being; Who have created man according to Your image and Your likeness and have adorned him with all Your graces; Who give wisdom and understanding to the supplicant, and Who do not overlook the sinner, but have established repentance for salvation; Who have enabled us, Your humble and unworthy servants, to stand at this hour before the glory of Your holy altar, and to offer to You due worship and praise: You, Master, accept the thrice-holy hymn also from the mouths of us sinners, and visit us in Your goodness. Forgive our every voluntary and involuntary transgression; sanctify our souls and bodies; and grant that we may worship You in holiness all the days of our lives; through the intercessions of the holy Theotokos and of all the saints, who throughout the ages have been well pleasing to You. Ὁ Ἱερεύς ἐπεύχεται· Tοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος, καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον, καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.
The Priest and Deacon, or concelebrant Priests, recite:* Ὁ Ἱερεὺς καὶ ὁ Διάκονος, ἢ οἱ Ἱερεῖς, ἐπεύχονται·*
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Holy Immortal, have mercy on us. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
* On certain feasts of the Lord, instead of the Trisagion:
All who were baptized in Christ have put on Christ. Alleluia.

For the Elevation of the precious Cross:
Your Cross we venerate, Master, and Your holy resurrection we glorify.
* Ἐν Δεσποτικῆ ἑορτῇ, ἀντὶ τοῦ Τρισαγίου·
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

Ἐν δὲ τῇ Ὑψώσει τοῦ τιμίου Σταυροῦ, τό·
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
Deacon: Call forth, Master. Διάκονος· Κέλευσον, Δέσποτα.
The Priest, approaching the Holy Prothesis, says: Blessed is He Who comes in the name of the Lord. Ὁ Ἱερεύς, στρεφόμενος πρὸς τὴν ἁγίαν Πρόθεσιν, λέγει· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Deacon: Bless, Master, the high place. Διάκονος· Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.
The Priest, going to the High Place, says: Blessed are You on the throne of glory of Your Kingdom, Who are seated upon the Cherubim, always; now and ever and to the ages of ages. Amen. Ὁ Ἱερεύς, ἀπερχόμενος ἐν τῇ καθέδρα, λέγει· Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Priest: Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἱερεύς· Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Epistle ῾Ο Ἀπόστολος
Prokeimenon Προκείμενον
Intone the first verse. Ἐκφωνεῖ τὸν α´ Στίχον.
Deacon: Let us be attentive. Διάκονος· Πρόσχωμεν.
Intone the second verse. Ἐκφωνεῖ τὸν β´ Στίχον.
Epistle ῾Ο Ἀπόστολος
Deacon: Wisdom. Διάκονος· Σοφία.
Intone the title of the Epistle Reading. Ἐκφωνεῖ τὸ Ἀνάγνωσμα.
Deacon: Let us be attentive. Διάκονος· Πρόσχωμεν.
Chant the Epistle Reading. Ἀπαγγέλει τὸ Ἀνάγνωσμα.
Priest: Peace be with you, the reader. Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Alleluiarion Ἀλληλουιάριον
Alleluia. Alleluia. Alleluia. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα
Intone the first verse of the Alleluiarion. Ἐκφωνεῖ τὸν α´ Στίχον.
Alleluia. Alleluia. Alleluia. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα
Intone the second verse of the Alleluiarion. Ἐκφωνεῖ τὸν β´ Στίχον.
Alleluia. Alleluia. Alleluia. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα
Censing Θυμίασις
Deacon: Bless, Master, the incense. Διάκονος· Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
The Priest recites: Blessed is our God, always: now and ever and to the ages of ages. We offer incense to You, Christ our God, as a scent of spiritual fragrance; accept it at Your supra-heavenly altar, and send down upon us in response the grace of Your all-holy Spirit. Ὁ Ἱερεύς ἐπεύχεται· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς· ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος.
The Deacon, or the Priest, censes the Holy Gospel; and the Priest recites: Shine within our hearts, Master Who love mankind, the pure light of Your divine knowledge, and open the eyes of our minds so that we may have understanding of Your Gospel teachings. Instill in us also the fear of Your blessed commandments, so that having trampled down all carnal desires, we may enter into a spiritual life, thinking and doing all things that are well-pleasing to You. For You, Christ God, are the Illumination of our souls and of our bodies, and to You we offer up glory together with Your Father Who is without beginning and Your all-holy, and good, and life-giving Spirit, now and ever and to the ages of ages. Amen. Ὁ Διάκονος, ἢ ὁ Ἱερεύς, θυμιᾷ τὸ Εὐαγγέλιον, καὶ ὁ Ἱερεύς, ἐπεύχεται· Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Gospel Ὁ Εὐαγγέλιον
The Deacon exclaims: Wisdom. Rise. Let us hear the Holy Gospel. Ὁ Διάκονος ἐκφώνως· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Priest: Peace be with all. Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ τῷ Πνεύματί σου.
Deacon: The reading from the Holy Gospel according to... Διάκονος· Ἐκ τοῦ κατὰ... ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Priest: Let us be attentive. Ἱερεύς· Πρόσχωμεν.
Glory to You, O Lord, glory to You. Δόξα σοι, Κύριε, δόξα σοι.
The Deacon reads the Gospel. Ὁ Διάκονος ἀναγινώσκει τὸ Εὐαγγέλιον.
If a Deacon read the Gospel, the Priest: Peace be with you, who proclaim the Gospel. Εἀν δὲ λέγει ὁ Διάκονος τὸ Εὐαγγέλιον, ὃ Ἱερεύς· Εἰρήνη σοι, τῷ εὐαγγελισαμένῳ.
Glory to You, O Lord, glory to You. Δόξα σοι, Κύριε, δόξα σοι.
The Homily Τὸ Θεῖον Κήρυγμα
The homily is delivered by the Priest. Ἡ ἐκφώνησις τοῦ θείου λόγου παρὰ τοῦ Ἱερέως.
The Great Litany of Fervent Supplication, the Litany for the Catechumens, and the First Litany for the Faithful, are usually omitted. Ἡ Μεγάλη Ἐκτενὴς Ἱκεσία, ἡ Δέησις ὑπὲρ τῶν Κατηχουμένων, καὶ ἡ Α´ Συναπτὴ τῶν Πιστῶν, συνήθως παραλείπονται.
Great Litany of Fervent Supplication Μεγάλη Ἐκτενὴς Ἱκεσία
Deacon: Let us say with all our soul, and with all our mind let us say. Διάκονος· Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Lord almighty, God of our fathers, we beseech You: hear us and have mercy. Διάκονος· Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Have mercy on us, O God, according to Your great mercy; we beseech You, hear us and have mercy. Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἒλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for the pious and Orthodox Christians. Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for our Archbishop (Name). Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for our brothers, the priests, hieromonks, hierodeacons, and monastics, and for all our brotherhood in Christ. Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of the servants of God, of all pious and Orthodox Christians, of those who dwell and those who visit in this city (or village, or place, or region), and of the members and the council of this holy church (or monastery). Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ τῇ χώρᾳ, ἢ τῇ κώμῃ, ἢ τῇ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν καὶ ἐπιτρόπων τῆς ἁγίας ἐκκλησίας (ἢ μονῆς) ταύτης.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon:[Again we pray for the blessed and ever-memorable builders of this holy church (or monastery), and for all our fathers and brothers gone to their rest before us, and the Orthodox here and everywhere who piously lie asleep.] Διάκονος·[Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας ἐκκλησίας (ἢ μονῆς) ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.]
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for those who are fruitful and do good works in this holy and all-venerable temple; for those who serve and those who sing, and for all the people here present, who await Your great and rich mercy. Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
The Priest recites: Lord our God, accept this fervent supplication from Your servants, and have mercy on us according to the multitude of Your mercies; and send down Your compassions upon us, and upon all Your people, who await Your great and rich mercy. Ὁ Ἱερεύς ἐπεύχεται· Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
The Priest exclaims: For You are a merciful God Who love mankind, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Litany for the Catechumens Δεήσεις ὑπὲρ τῶν Κατηχουμένων
Deacon: Catechumens, pray to the Lord. Διάκονος· Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Let us, the faithful, pray for the catechumens. Διάκονος· Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That the Lord will have mercy on them. Διάκονος· Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That He will teach them the word of truth. Διάκονος· Κατηχήσῃ αὺτοὺς τὸν λόγον τῆς ἀληθείας.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That He will reveal to them the Gospel of righteousness. Διάκονος· Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That He will unite them to His Holy, Catholic, and Apostolic Church. Διάκονος· Ἑνώσῃ αὐτοὺς τῇ Ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Save them, have mercy on them, help them, and protect them, O God, by Your grace. Διάκονος· Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτοὺς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Catechumens, bow your heads to the Lord. Διάκονος· Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
To You, O Lord. Σοὶ, Κύριε.
Prayer for the Catechumens Εὐχή τῶν Κατηχουμένων
The Priest recites: Lord our God, Who dwell on high, and look down upon the humble, Who for the salvation of the human race sent Your only-begotten Son and God, our Lord Jesus Christ: look upon Your servants the catechumens, who have bowed their necks before You; and, at the proper time, make them worthy of the washing of regeneration, of the remission of sins, and of the garment of incorruption; unite them to Your Holy, Catholic, and Apostolic Church, and number them among Your chosen flock. Ὁ Ἱερεύς ἐπεύχεται· Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ διὰ σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ Ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.
The Priest exclaims: So that together with us, they may glorify Your all-honorable and magnificent name, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
The Celebrant unfolds the Eiliton upon the Holy Table. Ὁ Ἱερεὺς ἐξαπλοῖ ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ Εἱλητόν.
First Litany for the Faithful Α´ Συναπτὴ τῶν Πιστῶν
The Deacon exclaims: As many as are catechumens, depart; catechumens depart; as many as are catechumens, depart; let none of the catechumens remain. As many as are of the faithful, again and again in peace let us pray to the Lord. Ὁ Διάκονος ἐκφώνως· Ὅσοι Κατηχούμενοι, προέλθετε· Οἱ Κατηχούμενοι, προέλθετε· Ὅσοι Κατηχούμενοι, προέλθετε· Μή τις τῶν Κατηχουμένων. Ὅσοι πιστοί. Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Wisdom. Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Σοφία.
Lord, have mercy. Κύριε, ἐλέησον.
The Deacon exclaims: Wisdom! Ὁ Διάκονος ἐκφώνως· Σοφία.
First Prayer of the Faithful Α´ Εὐχή τῶν Πιστών
The Priest recites: We thank You, Lord, God of Hosts, that You have made us worthy to stand again at Your holy altar, and to bow down before Your compassion toward our sins and toward the ignorances of the people. Receive our supplication, O God; make us worthy to offer prayers, supplications, and bloodless sacrifices to You for all Your people; and enable us, whom You have placed in this, Your ministry, to call upon You in the power of Your Holy Spirit at all times and in every place, without condemnation or faltering, and with the clear witness of our conscience; that, hearing us, You may be gracious to us in the multitude of Your goodness. Ὁ Ἱερεύς ἐπεύχεται· Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ· ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.
The Priest exclaims: For to You belong all glory, honor, and worship: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
The Celebrant unfolds the Antiminsion upon the Holy Table. Ὁ Ἱερεὺς ἐξαπλοῖ ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ Ἀντιμήνσιον.
Second Litany for the Faithful Β´ Συναπτή τῶν Πιστών
Deacon: Again and again, in peace let us pray to the Lord. Διάκονος· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
The Deacon exclaims: Wisdom! Ὁ Διάκονος ἐκφώνως· Σοφία.
Second Prayer of the Faithful Β´ Εὐχή τῶν Πιστών
The Priest recites: Again and oftentimes, we bow down before You and we beseech You, Who are good and Who love mankind, that, looking down upon our petition, You will cleanse our souls and our bodies from every defilement of body and of spirit; and also grant that we may stand blameless and uncondemned before Your holy altar. Grant, O God, also to those who pray with us, progress in life and faith as well as in spiritual discernment; grant that they may always worship You with fear and love, that they may partake of Your Holy Mysteries blamelessly and uncondemned, and that they may become worthy of Your heavenly Kingdom. Ὁ Ἱερεύς ἐπεύχεται· Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου Μυστηρίων, καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.
The Priest exclaims: That always being protected by Your dominion, we may offer up glory to You, to the Father, and to the Son, and to the Holy Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅπως, ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Cherubic Hymn Χερουβικὸς Ὕμνος
Amen. Let us who mystically represent the Cherubim, and who chant the thrice-holy hymn to the life-giving Trinity, now lay aside all cares of life, that we may receive the King of all... Ἁμήν. Oἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νὴν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι...
Prayer of the Cherubic Hymn Εὐχὴ τοῦ Χερουβικοῦ Ὕμνου
The Priest, after unfolding the Antimension, recites: No one who is bound by fleshly desires and pleasures is worthy to approach, or to draw near, or to minister to You, the King of glory. Ὁ Ἱερεύς, μετὰ τὸ ἁπλωθῦναι τὸ Εἱλητόν, ἐπεύχεται· Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, βασιλεῦ τῆς δόξης.
To serve You is great and fearsome even for the heavenly powers. Τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν καὶ αὐταῖς ταῖς ἐπουρανίοις Δυνάμεσιν.
But because of Your ineffable and boundless love for mankind, You as Master of all became man without change or alteration, serving as our high Priest, and giving to us the ministry of this liturgical and bloodless sacrifice. Ἀλλ’ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ Ἀρχιερεύς ἡμῶν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων.
For You alone, Lord our God, rule over heavenly and earthly things, You are borne on the Cherubic throne, You are the Lord of the Seraphim, and You are the King of Israel, You alone are holy, and You rest among the saints. Σὺ γὰρ μόνος, Κύριος ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ Βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος.
Therefore, I implore You, Who alone are good and ready to hear: look down upon me, the sinner and Your unworthy servant, and cleanse my soul and my heart from an evil conscience; and enable me by the power of Your Holy Spirit, clothed with the grace of the priesthood, to stand before this Your holy table, to celebrate Your holy and pure Body and Your precious Blood. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα.
For I draw near to You, bowing my neck, and I beseech You: Do not turn Your face away from me, nor cast me out from among Your children, but make Your sinful and unworthy servant worthy to offer these gifts to You. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἑμαυτοῦ αὐχένα, καὶ δέομαί σου· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ’ ἀξίωσον προσενεχθῆναί σοι ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα.
For You are the Offeror and the Offered, the One Who receives and the One Who distributes, Christ our God, and to You we offer up glory, with Your Father Who is without beginning, and Your all-holy, and good, and life-giving Spirit, now and ever and to the ages of ages. Amen. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος, καὶ προσδεχόμενος, καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
After the Prayer, the Priest and the Deacon in turn, recite: Let us who mystically represent the Cherubim, and who chant the thrice-holy hymn to the life-giving Trinity, now lay aside all cares of life... (3) Μετὰ τὴν εὐχήν, ὁ Ἱερεύς καὶ ὁ Διάκονος ἐπεύχονται· Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νὴν βιοτικὴν ἀποθώμεθα μέριμναν... (γ´)
Deacon: ...Τhat we may receive the King of all, invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia. (3) Διάκονος· ...Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. (γ´)
Censing Θυμίασις
The Priest, censes and recites: Εἶτα ὁ Ἱερεύς, θυμιᾶ καὶ ἐπεύχεται·
On Sunday and During Paschaltide Ἐν Κυριακαῖς
Having beheld the resurrection of Christ, let us worship the holy Lord Jesus, the only Sinless One. We venerate Your Cross, O Christ, and Your holy resurrection we hymn and glorify; for You are our God, and except for You we know no other, we call upon Your name. Come, all you faithful, let us venerate the holy resurrection of Christ for behold, through the Cross joy has come to all the world; ever blessing the Lord, we hymn His resurrection; for, having endured the Cross for us, He has destroyed death by death. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Have mercy on me... Ἐλέησόν με...
On Weekdays: Ἐν Καθημεριναῖς·
Come let us worship and bow down before the King our God.
Come let us worship and bow down before Christ the King our God.
Come, let us worship and bow down before Christ Himself, the King and our God.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Psalm 50 Ψαλμὸς Ν´
Have mercy on me, O God, according to Your great mercy, and according to the multitude of Your compassions blot out my transgression. Wash me thoroughly from my iniquity, and cleanse me from my sin. For I know my iniquity, and my sin is ever before me. Against You only have I sinned, and have done evil in Your sight, that You may be justified in Your words, and be victorious when You are judged. For behold, I was conceived in iniquities, and in sins did my mother bear me. For behold, You have loved truth; the hidden and secret things of Your wisdom You have made manifest to me. Sprinkle me with hyssop, and I shall be clean; wash me, and I shall become whiter than snow. Make me to hear joy and gladness; the bones that are humbled shall rejoice. Turn Your face away from my sins, and blot out all my iniquities. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore the joy of Your salvation to me, and establish me with Your governing Spirit. I shall teach transgressors Your ways, and the impious shall turn back to You. Deliver me from bloodguilt, O God, the God of my salvation; my tongue shall rejoice in Your righteousness. Lord, You shall open my lips, and my mouth shall declare Your praise. For if You had desired sacrifice, I would have given it; with whole-burnt offerings You shall not be pleased. A sacrifice to God is a broken spirit; a heart that is broken and humbled God will not reject. Do good, Lord, in Your good pleasure to Sion, and let the walls of Jerusalem be built. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ.
The Concelebrants make three reverences before the Holy Table, and kiss the Antimension and then the Holy Table, saying: O God cleanse me the sinner, and have mercy on me. (3) Οἱ Ἱερουργοῦντες προσκυνοῦντες τρὶς πρὸ τῆς ἁγίας Τραπέζης, καὶ ἀσπαζόμενοι ἅπαξ τὸ Ἀντιμήνσιον καὶ αὖθις τὴν ἅγ. Τράπεζαν λέγουσι· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (γ´)
And then from the Beautiful Gate the Concelebrant Priests bow toward the people asking forgiveness, and say: O God, forgive those who hate us and those who love us. Καὶ πρὸς τὸν Λαόν, ἀπὸ τῆς Ὡραίας Πύλης, οἱ Ἱερουργοῦντες ὑποκλινόμενοι πρὸς συγχώρισιν, λέγουσι· Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον.
Great Entrance Μεγάλη Εἴσοδος
The Priest approaches the sacred Prothesis. There he bows his head and makes three reverences before the veiled precious Gifts, saying: O God cleanse me the sinner, and have mercy on me. (3) Ὁ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἱερὰν Πρόθεσιν. Ἐκεῖ ὑποκλίνει τὴν κεφαλὴν καὶ προσκυνῶν τρὶς τὰ κεκαλυμμένα τίμια Δῶρα, λέγει ἐκ τρίτου·  Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (γ´)
Deacon: Master, lift up. Διάκονος· Ἔπαρον, Δέσποτα.
The Priest lifts up the aera and places it upon the shoulders of the Deacon, saying: Lift up your hands to the holies and bless the Lord. Ὁ Ἱερεύς, ἄρας τὸν ἀέρα έπιτίθησι τοῖς ὤμοις τοῦ Διακόνου, λέγων· Ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
Then the Priest takes the holy Diskos which is veiled, and gives it to the Deacon. The Priest himself takes in his hand the holy chalice, likewise veiled, saying: God has gone up with a shout, the Lord with the sound of the trumpet. Εἶτα ὁ Ἱερεύς λαβὼν τὸ ἅγιον Δισκάριον κεκαλυμμένον, ἐπιβάλλει τῇ τοῦ Διακόνου. Αὐτὸς δὲ ὁ Ἱερεύς, λαμβάνει ἀνὰ χεῖρας τὸ ἅγιον Ποτήριον, ὁμοίως κεκαλυμμένον, λέγων· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
The Deacon exclaims: May the Lord God remember all of you in His Kingdom, always; now and ever and to the ages of ages. Ὁ Διάκονος ἐκφώνως· Πάντων ὑμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. ...having received the King of all, invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia. Ἀμήν. ...ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξάμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.
Deacon: May the Lord God remember your Priesthood in His Kingdom, always; now and ever and to the ages of ages. Διάκονος· Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Priest: May the Lord God remember your Diaconate in His Kingdom, always; now and ever and to the ages of ages. Ὁ Ἱερεύς· Τῆς ἱεροδιακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Placing the Gifts on the Holy Altar, the Priest: The noble Joseph, taking down Your spotless Body from the wood, and wrapping it in clean linen with fragrant spices, placed it for burial in a new tomb. Ἀποθέτων δὲ τὰ Δῶρα, ὁ Ἱερεύς· Ὁ εὐσχήμων Ἰωσὴφ ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
Taking the Aer, the Priest: You were in the tomb bodily, in Hades with the soul as God, in paradise with the thief, and on the throne, O Christ, with the Father and the Spirit, filling all things O boundless One. Λαμβάνει τὸν Ἀέρα, ὁ Ἱερεύς· Ἐν τάφῳ σωματικῶς, ἐν ᾍδη δὲ μετὰ ψυχῆς ὡς Θεός· ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Covering the Gifts, the Priest: Your tomb, O Christ, has shown forth as life-bearing, as more splendid than Paradise, and truly more radiant than any royal chamber, as the fount of our resurrection. Ἀποκαλύπτει δὲ τὰ Δῶρα, ὁ Ἱερεύς· Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγὴ τῆς ἀναστάσεως.
Deacon: Do good, Master. Διάκονος· Ἀγάθυνον, Δέσποτα.
The Priest censes the Gifts: Then You shall be pleased with a sacrifice of righteousness, with oblation and whole-burnt offerings. Then they shall offer young bulls upon Your altar. Ὁ Ἱερεύς θυμιᾶ τὰ Ἅγια· Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
The Priest says to the Deacon: Remember me, brother and concelebrant. Ὁ Ἱερεὺς λέγει πρὸς τὸν Διάκονον· Μνήσθητί μου, ἀδελφὲ καὶ συλλειτουργέ.
Deacon: May the Lord God remember your Priesthood in His Kingdom, always; now and ever and to the ages of ages. Διάκονος· Μνησθείη Κύριος ὁ Θεὸς τῆς Ἱερωσύνης σου ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Deacon: Pray for me, holy Master. Διάκονος· Εὖξαι ὑπὲρ ἐμοῦ, Δέσποτα ἅγιε.
Priest: May the Holy Spirit come upon you, and the power of the Most High overshadow you. Ὁ Ἱερεύς· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
Deacon: May the same Spirit serve with us all the days of our life. Remember me, holy Master. Διάκονος· Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Μνήσθητί μου, Δέσποτα ἅγιε.
Priest: May the Lord God remember your Diaconate in His Kingdom, always; now and ever and to the ages of ages. Ὁ Ἱερεύς· Μνησθείη Κύριος ὁ Θεὸς τῆς Ἱεροδιακονίας σου ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Completed Litany Πληρωτικὰ
Deacon: Let us complete our prayer to the Lord. Διάκονος· Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the precious gifts here presented, let us pray to the Lord. Διάκονος· Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For this holy house and for those who enter with faith, reverence, and the fear of God, let us pray to the Lord. Διάκονος· Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For our deliverance from all tribulation, wrath, danger, and necessity, let us pray to the Lord. Διάκονος· Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Διάκονος· Ἀντιλαβοῦ, σῷσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask of the Lord. Διάκονος· Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: An Angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Forgiveness and remission of our sins and transgressions, let us ask of the Lord. Διάκονος· Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Those things which are good and beneficial to our souls, and peace in the world, let us ask of the Lord. Διάκονος· Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: To complete the remaining time of our lives in peace and repentance, let us ask of the Lord. Διάκονος· Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: A Christian end to our lives, painless, unashamed, peaceful, and a good defense before the fearsome judgment seat of Christ, let us ask. Διάκονος· Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God. Διάκονος· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοὶ, Κύριε.
Prayer of the Proskomidi (Oblation) Εὐχῆ τῆς Προσκομιδῆς
The Priest recites: Lord, God almighty, Who alone are holy, Who accept a sacrifice of praise from those who call upon You with their whole heart: receive also the prayer of us sinners, and lead us to Your holy altar; and enable us to offer gifts and spiritual sacrifices to You for our sins and for the ignorances of the people. And make us worthy to find grace before You, that our sacrifice may be acceptable to You, and that the Spirit of the goodness of Your grace may be upon us, and upon the gifts here presented, and upon all Your people. Ὁ Ἱερεύς ἐπεύχεται· Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν, καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα, καὶ ἐπὶ πάντα τὸν λαόν Σου.
The Priest exclaims: Through the compassion of Your only-begotten Son with Whom You are blessed, together with Your all-holy, good, and life-giving Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Priest: Peace be with all. Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ τῶ Πνεύματί σου.
Deacon: Let us love one another that with one mind we will confess. Διάκονος· Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Father, Son, and Holy Spirit, the Trinity One in essence and inseparable. Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
The Concelebrants make three reverences, saying: I will love You, Lord, my Strength; the Lord is my Foundation, and my Refuge, and my Deliverer. Οἱ Ἱερουργοῦντες προσκυνοῦντες, λέγουσι· Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου.
Concelebrant Clergy exchange the kiss of peace: Christ is in our midst. He was, and is, and will be. Ἑνταῦθα γίνεται κατὰ τὴν τάξιν ὁ ἀσπασμός· Ὁ Χριστὸς ἐν τῷ μέσῳ ἡμῶν. Καὶ ἦν, καὶ ἐστί, καὶ ἔσται.
The Symbol of the Faith (The Creed) Σύμβολον τῆς Πίστεως
The Deacon exclaims: The doors, the doors; in wisdom let us be attentive. Ὁ Διάκονος ἐκφώνως· Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.
I believe in one God, the Father, the Almighty, Creator of heaven and earth, and of all things visible and invisible; Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων·
And in one Lord, Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father, through Whom all things were made; Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο·
Who for us men and for our salvation came down from the heavens and was incarnate by the Holy Spirit and the Virgin Mary, and became man; Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα·
Crucified for us under Pontius Pilate, He suffered and was buried; Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα·
Rising on the third day according to the Scriptures; Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς·
And ascending into the heavens, He is seated at the right hand of the Father; Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός·
And coming again in glory to judge the living and the dead, His Kingdom shall have no end; Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος·
And in the Holy Spirit, the Lord, the Giver of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets; Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν προφητῶν·
In one, holy, catholic, and apostolic Church; Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν·
I acknowledge one baptism for the remission of sins; Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν·
I expect the resurrection of the dead; Προσδοκῶ ἀνάστασιν νεκρῶν·
And the life of the age to come. Amen. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
The Holy Anaphora (Offering) Ἡ Ἁγία Ἀναφορά
The Deacon exclaims: Let us stand well; let us stand in fear; let us be attentive. The holy offering is being presented in peace. Ὁ Διάκονος ἐκφώνως· Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν, τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.
A mercy of peace, a sacrifice of praise. Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Priest: The grace of our Lord Jesus Christ, and the love of God the Father, and the communion of the Holy Spirit, be with all of you. Ἱερεύς· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
And with your spirit. Καὶ μετὰ τοῦ πνεύματός σου.
Priest: Let us lift up our hearts. Ἱερεύς· Ἄνω σχῶμεν τὰς καρδίας.
We lift them up to the Lord. Ἔχομεν πρὸς τὸν Κύριον.
Priest: Let us give thanks to the Lord. Ἱερεύς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
It is worthy and just. Ἄξιον, καὶ δίκαιον.
The Priest recites: It is worthy and right, to sing to You, to bless You, to praise You, to thank You, and to worship You in every place of Your dominion. You are God ineffable, beyond comprehension, invisible, beyond understanding, ever existing and always the same: You and Your only-begotten Son and Your Holy Spirit. You have brought us out of non-existence into being, and though we fell You raised us up again, and You did not cease doing everything until You brought us up to heaven and granted to us Your future Kingdom. For all of these we thank You, and Your only-begotten Son, and Your Holy Spirit; for all things that we know and do not know, for benefits seen and unseen that have been given to us. We also thank You for this liturgy which You have deemed worthy to accept from our hands, even though You are surrounded by thousands of Archangels and myriads of Angels, by the Cherubim and Seraphim, six-winged, many-eyed, soaring, with wings,... Ὁ Ἱερεύς ἐπεύχεται· Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν· Σὺ, καὶ ὁ μονογενής σου Υἱὸς, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν, καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν βασιλείαν σου, ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Ὑἱῷ, καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὑπὲρ πάντων ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν, καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλωνμ καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ, καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά,...
The Priest exclaims: Singing the victorious hymn, shouting out, proclaiming, and saying: Ὁ Ἱερεύς ἐκφώνως· Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα·
Holy, Holy, Holy, Lord of angelic hosts, heaven heaven and earth are filled with Your glory. Hosanna in the highest; O blessed is He Who comes in the Lord’s name; in the name of the Lord: Hosanna, in the highest. Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.
Anamnesis (Commemoration) Ἀνάμνησις
The Priest recites: Together with these blessed powers, Master Who love mankind, we also cry out and say: You are holy and all holy, You and Your only-begotten Son and Your Holy Spirit. You are holy and all holy, and magnificent is Your glory; You so loved the world, that You gave Your only-begotten Son, so that whoever believes in Him should not be lost, but have eternal life; when He had come and had fulfilled all the dispensation for us, on the night in which He was betrayed, or rather in which He gave Himself up for the life of the world, He received bread in His holy, and pure, and blameless hands; giving thanks and blessing, sanctifying, breaking, He gave it to His holy disciples and Apostles, saying: Ὁ Ἱερεύς ἐπεύχεται· Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος Σὺ, καὶ ὁ μονογενής σου Υἱὸς, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος, καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· Ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον· Ὃς, ἐλθὼν, καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ, ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπὼν·
The Priest exclaims: Receive, eat; this is My Body, which is broken for you, for the remission of sins. Ὁ Ἱερεύς ἐκφώνως· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ἡμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Amen. Ἀμήν.
The Priest recites: And likewise He took the cup, after the supper, saying:... Ὁ Ἱερεύς ἐπεύχεται· Ὁμοίως καὶ τὸ Ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων·
The Priest exclaims: Drink of this all of you; this is My Blood, of the new covenant, which is shed for you and for many, for the remission of sins. Ὁ Ἱερεύς ἐκφώνως· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Amen. Ἀμήν.
Consecration Καθαγίασις
The Priest recites: Bringing to mind, therefore, this saving commandment, and all that came to pass for our sake: the Cross, the tomb, the third-day resurrection, the ascension into the heavens, the enthronement at the right hand, and the second glorious coming,... Ὁ Ἱερεύς ἐπεύχεται· Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων· τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας.
The Priest recites: O God cleanse me the sinner, and have mercy on me. Ὁ Ἱερεύς ἐπεύχεται· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.
The Priest exclaims: Your own from Your own, we offer to You in all, and for all. Ὁ Ἱερεύς ἐκφώνως· Τὰ σὰ ἐκ τῶν σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.
We praise You, we bless You, we give thanks to You, O Lord, and we beseech You, O our God. Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
The Priest recites: Again we offer this rational and bloodless worship to You, and we ask, and pray, and beseech You. Send down Your Holy Spirit upon us, and upon these gifts here presented,... Ὁ Ἱερεύς ἐπεύχεται· Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε, καὶ δεόμεθα, καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα,...
Deacon: Bless, Master, the Holy Bread. Διάκονος· Εὐλόγησον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.
The Priest recites: And make this bread, the precious Body of Your Christ. Ὁ Ἱερεύς ἐπεύχεται· Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου.
The Deacon, or the Celebrant: Amen. Ὁ Διάκονος, ἢ ὁ Λειτουργός· Ἀμήν.
Deacon: Bless, Master, the Holy Cup. Διάκονος· Εὐλόγησον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.
The Priest recites: Τhat which is in this cup, the precious Blood of Your Christ. Ὁ Ἱερεύς ἐπεύχεται· Τὸ δὲ ἐν τῷ Ποτηρίῳ τούτῳ, τίμιον αἷμα τοῦ Χριστοῦ σου.
The Deacon, or the Celebrant: Amen. Ὁ Διάκονος, ἢ ὁ Λειτουργός· Ἀμήν.
Deacon: Bless, Master, both of the Holy Gifts. Διάκονος· Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ Ἅγια.
The Priest recites: Changing them by Your Holy Spirit. Ὁ Ἱερεύς ἐπεύχεται· Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.
The Deacon, or the Celebrant: Amen. Amen. Amen. Ὁ Διάκονος, ἢ ὁ Λειτουργός· Ἀμήν. Ἀμήν. Ἀμήν.
The Priest recites That they may be to those who partake of them for vigilance of soul, for the remission of sins, for communion of Your Holy Spirit, for the fulfillment of the Kingdom of the heavens, for confidence before You, and not for judgment or condemnation. Ὁ Ἱερεύς ἐπεύχεται· Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλείας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
Again we offer this rational worship to You, for those who have reposed in faith, Forefathers, Fathers, Patriarchs, Prophets, Apostles, Preachers, Evangelists, Martyrs, Confessors, Ascetics, and for every righteous spirit perfected in faith. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν, ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
Megalynarion Μεγαλυνάριον
The Priest exclaims: Especially for our all-holy, pure, most-blessed, glorious Lady, Theotokos and ever-Virgin Mary. Ὁ Ἱερεύς ἐκφώνως· Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
Truly it is proper to bless yo;u, O Theotokos, the ever-blessed and all-pure one, and the Mother of our God. You who are more worthy than the Cherubim, and more glorious than the Seraphim, who incorruptibly gave birth to God the Word, the true Theotokos, we magnify you. Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
The Priest recites: For Saint John, the prophet, Forerunner, and baptist; for the holy, glorious, and all-honorable Apostles; for Saint(s) (of the day), whose memory we celebrate; and for all Your saints through whose supplications, O God, visit us. Ὁ Ἱερεύς ἐπεύχεται· Τοῦ ἁγίου Ἰωάννου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ Ἁγίου (δεῖνος) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός.
And remember also all who have fallen asleep in the hope of resurrection to eternal life, (Names), and grant them rest, our God, where the light of Your countenance watches over them. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ὀνομαστὶ ὧν βούλεται), καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου.
Again we ask You: remember, Lord, every Orthodox episcopate, those who rightly teach the word of Your truth, all the presbytery, the diaconate in Christ, and every priestly and monastic order. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος.
Again we offer to You this rational worship for the world; for the holy, catholic, and apostolic Church; for those who live in purity and lead a reverent life; and for our civil authorities and the armed forces. Grant them peaceful rule, Lord, that in their tranquillity we may lead a peaceful and serene life in all holiness and piety. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν ἀρχόντων ἡμῶν, καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
The Priest blesses the Antidoron: Great is the name of the Holy Trinity, always; now and ever, and to the ages of ages. Remember Lord, those who brought these gifts and those for whom they have been offered. Ὁ Ἱερεύς εὐλογεῖ τὸ Ἀντίδωρον· Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Μνήσθητι, Κύριε, τῶν προσενεγκάντων τὰ δῶρα ταῦτα, καὶ δι᾽ οὐς προσήγαγον.
The Priest exclaims: Among the first remember, Lord, our Archbishop (Name), whom You have granted to serve Your holy churches in peace; keep him safe, honorable, and healthy with length of days, rightly teaching the word of Your truth... Ὁ Ἱερεύς ἐκφώνως· Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας,...
The Deacon exclaims: ...And those whom each of us has in mind, and all people everywhere. Διάκονος· ...Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
And all people everywhere. Καὶ πάντων καὶ πασῶν.
Megalynarion of the Church. Μεγαλυνάριον τοῦ Ναοῦ.
The Priest recites: Remember, Lord, this city (or this this holy monastery) in which we live, and every monastery, city, and land, and the faithful who dwell in them. Remember, Lord, those who travel by sea, by air, and by land; the sick, the suffering, the captives, and their salvation. Remember, Lord, those who bear fruit and do good works in Your holy Churches, and who remember the poor; and send Your mercies upon us all. Ὁ Ἱερεύς ἐπεύχεται· Μνήσθητι, Κύριε, τῆς πόλεως (ἢ τῆς μονῆς) ταύτης, ἐν ᾗ παροικοῦμεν, καὶ πάσης μονῆς, πόλεως, καὶ χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.
The Priest exclaims: And grant that with one mouth and one heart, we may glorify and praise Your all-honored and magnificent name, of the Father, and of the Son, and of the Holy Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
The Priest exclaims: And the mercies of the great God and our Savior Jesus Christ will be with all of you. Ὁ Ἱερεύς ἐκφώνως· Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ἡμῶν.
And with your spirit. Καὶ μετὰ τοῦ πνεύματός σου.
Litany Ἐκτενῆς
Deacon: Having commemorated all the saints, again and again in peace let us pray to the Lord. Διάκονος· Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the Precious Gifts offered and sanctified, let us pray to the Lord. Διάκονος· Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That our God Who loves mankind, Who has received them at His holy, and supra-heavenly, and noetic altar as a sweet spiritual fragrance, may in return send down upon us the Divine Grace and the gift of the Holy Spirit, let us pray.. Διάκονος· Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον, καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
The following petitions are usually omitted. Αἰ ὑπόλοιπαι αἰτήσεις συνήθως παραλείπονται.
Deacon: For our deliverance from all tribulation, wrath, danger, and necessity, let us pray to the Lord. Διάκονος· Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask of the Lord. Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: An Angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord. Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Forgiveness and remission of our sins and transgressions, let us ask of the Lord. Διάκονος· Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Those things which are good and beneficial to our souls, and peace in the world, let us ask of the Lord. Διάκονος· Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: To complete the remaining time of our lives in peace and repentance, let us ask of the Lord. Διάκονος· Τὸν ὑπόλοιπον χρόνον της ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: A Christian end of our lives, painless, unashamed, peaceful, and a good defense before the fearsome judgment seat of Christ, let us ask. Διάκονος· Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Having prayed for the unity of the faith and for the communion of the Holy Spirit, let us commit ourselves, and one another, and our whole life to Christ our God. Διάκονος· Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
To You, O Lord. Σοὶ, Κύριε.
The Priest recites: We entrust to You our whole life and our hope, Master Who love mankind, and we beseech You and we pray and we supplicate: Make us worthy to partake of Your heavenly and fearsome Mysteries from this sacred and spiritual table with a clean conscience, for remission of sins, for forgiveness of transgressions, for communion in the Holy Spirit, for inheritance of the Kingdom of the heavens, for confidence before You, not for judgment or condemnation. Ὁ Ἱερεύς ἐπεύχεται· Σοὶ παρακατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· Καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα, ἢ εἰς κατάκριμα.
The Lord’s Prayer Ἡ Κυριακὴ Προσευχὴ
The Priest exclaims: And make us worthy, Master, that with confidence, and without condemnation, we may dare to call upon You, the heavenly God, as Father, and to say: Ὁ Ἱερεύς ἐκφώνως· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ, τὸν ἐπουράνιον Θεὸν, Πατέρα, καὶ λέγειν·
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy Kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses, as we forgive those who trespass against us; and lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
The Priest exclaims: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Priest: Peace be with all. Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ μετὰ τοῦ πνεύματός σου.
Deacon: Let us bow our heads to the Lord. Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
To You, O Lord. Σοὶ, Κύριε.
The Priest recites: We thank You, invisible King, Who by Your boundless power have created all things and, in the multitude of Your mercy, have brought all things from non-existence into being. You, Master, look down from heaven upon those who have bowed their heads to You; they have not bowed down to flesh and blood, but to You, the fearsome God. Therefore, Master, distribute these offerings to all of us for good, according to the particular need of each. Voyage with those who voyage upon the sea; accompany those who travel; heal the sick: You, the Physician of our souls and of our bodies. Ὁ Ἱερεύς ἐπεύχεται· Εὐχαριστοῦμέν σοι, βασιλεῦ ἀόρατε, ὁ τῆ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας, καὶ τῷ πλήθει τοῦ ἐλέους σου, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· Οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ, τῶ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν. Τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι· ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
The Priest exclaims: Through the grace and compassion and love for mankind of Your only-begotten Son, with Whom You are blessed, together with Your all-holy, and good, and life-giving Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
The Priest recites: Hear us, Lord Jesus Christ, our God, from Your holy dwelling place, and from the throne of glory of Your Kingdom, and come to sanctify us, You Who are enthroned on high with the Father and Who are also invisibly present here with us. And deem it worthy that by Your mighty hand Your pure Body and precious Blood may be given to us, and that that through us it may be given to all the people. Ὁ Ἱερεύς ἐπεύχεται· Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.
The Priest makes three reverences: O God cleanse me the sinner, and have mercy upon me. (3) Ὁ Ἱερεύς, προσκυνεῖ τρίς· Ὁ Θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (γ´)
The Deacon exclaims: Let us be attentive! Ὁ Διάκονος ἐκφώνως· Πρόσχωμεν.
The Priest exclaims: Holy Things for the holy! Ὁ Ἱερεύς ἐκφώνως· Τὰ Ἅγια τοῖς ἁγίοις.
One is Holy, One is Lord, Jesus Christ, to the glory of God the Father. Amen. Eἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Communion Hymn (Koinonikon) Κοινωνικόν
On Most Days Ἐν ταῖς Κυριακαῖς καὶ Καθημεριναῖς
Tone 1 Ἦχος α´
Praise the Lord from the heavens; praise Him in the highest. Alleluia. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
Αdditional Communion Hymns, click here. Κοινωνικάριον, πατήστε ἐδώ.
Fraction Ἡ Κλάσις
Deacon: Master, break the Holy Bread. Διάκονος· Μέλισον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.
Priest: The Lamb of God is broken and distributed; broken, but not divided; Who is ever eaten, yet is never depleted, but sanctifies those who partake. Ἱερεύς· Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος, καὶ μὴ διαιρούμενος· ὁ πάντοτε ἐσθιόμενος, καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
Deacon: Master, fill the Holy Cup. Διάκονος· Πλήρωσον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.
Priest: The fullness of the Holy Spirit. Ἱερεύς· Πλήρωμα Πνεύματος Ἁγίου.
Deacon: Amen. Master, bless the Zeon. Διάκονος· Ἀμήν. Εὐλόγησον, Δέσποτα, τὸ Ζέον.
Priest: Blessed is the fervor of Your saints, always, now and ever and to the ages of ages. Amen. Ἱερεύς· Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
The Deacon pours the Zeon into the Chalice, as the Priest, says: The fervor of the Holy Spirit. Ὁ Διάκονος ἐγχέει τὸ Ζέον ἐν τῷ ἁγίῳ Ποτηρίῳ, καὶ ὁ Ἱερεύς· Ζέσις Πνεύματος ἁγίου.
Deacon: Amen. Διάκονος· Ἀμήν.
Prayers Before Holy Communion Εὐχὰς τῆς Θείας Μεταλήψεως
Deacon: I believe, Lord, and I confess, that You are truly the Christ, the Son of the living God, Who came into the world to save sinners, of whom I am the first. I also believe that this is Your immaculate Body, and that this is Your precious Blood. Therefore, I pray to You: have mercy on me, and forgive me my transgressions, those voluntary and involuntary, those in word, those in deed, those in knowledge and those in ignorance; and make me worthy to partake of Your immaculate Mysteries without condemnation, for the remission of sins and to eternal life. Amen. Διάκονος· Πιστεύω Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἕργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου Μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Behold, I approach for divine Communion;
Creator, burn me not as I partake;
For You are Fire burning the unworthy.
But rather cleanse me from every impurity.
Ἰδοὺ, βαδίζω πρὸς θείαν Κοινωνίαν·
Πλαστουργὲ, μὴ φλέξῃς με τῇ μετουσίᾳ·
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ’ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
Of Your Mystical Supper, Son of God, receive me today as a communicant; for I will not speak of the Mystery to Your enemies; nor will I give a kiss to You, as did Judas; but like the thief I confess to You: Remember me Lord, in Your Kingdom. Remember me Master, in Your Kingdom. Remember me Holy One, in Your Kingdom. Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Δέσποτα, ἐν τῇ βασιλείᾳ σου· Μνήσθητί μου Ἅγιε, ἐν τῇ βασιλείᾳ σου.
Beholding the deifying Blood, O man, be awe-stricken;
For it is a fiery Coal burning the unworthy.
The divine Body deifies and nourishes me;
It deifies the spirit, and wondrously nourishes the mind.
Θεουργὸν Αἷμα φρῖξον, ἄνθρωπε, βλέπων·
Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με, καὶ τρέφει·
Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
You have smitten me with yearning, O Christ, and by Your divine love You have changed me; but burn away my sins with immaterial Fire, and make me worthy to be filled with delight in You; that, rejoicing, O good One, I may magnify Your two presences. Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
How shall I the unworthy enter into the radiance of Your saints? If I dare to enter into the bridal chamber, my garment exposes me, because it is not for the we ing feast, and bound I shall be cast out by the Angels; Lord, cleanse the pollution of my soul, and save me, for You love mankind. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὔκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων· καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.
Master Who love mankind, Lord Jesus Christ my God, do not let these Holy Gifts be for judgment because of my unworthiness, but for the cleansing and sanctification of both soul and body, and for a pledge of the future life and Kingdom. For it is good for me to cleave to God, to put the hope of my salvation in the Lord. Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
The Priest recites: Of Your Mystical Supper, Son of God, receive me today as a communicant; for I will not speak of the Mystery to Your enemies; nor will I give a kiss to You, as did Judas, but like the thief I confess to You: Remember me Lord, in Your Kingdom. Remember me Master, in Your Kingdom. Remember me Holy One, in Your Kingdom. Ὁ Ἱερεύς· Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ἐν τῇ βασιλείᾳ σου· Μνήσθητί μου Δέσποτα, ἐν τῇ βασιλείᾳ σου· Μνήσθητί μου Ἅγιε, ἐν τῇ βασιλείᾳ σου.
Communion of the Priests Μετάληψις τῶν Ἱερέων
Priest: Brother(s) and concelebrant(s), forgive me, the sinner. Ἱερεύς· Ἀδελφὲ(οὶ) καὶ συλλειτουργέ(οί), συγχώρησόν (ρήσατε) μοι τῷ ἁμαρτωλῷ.
Deacon: May the Lord God remember your priesthood in His Kingdom, always; now and ever, and to the ages of ages. Διάκονος· Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεός, ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
The Priest makes three reverences, saying: God cleanse me the sinner, and have mercy on me. (3) Ὁ Ἱερεὺς προσκυνεῖ τρίς· Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (γ´)
Priest: Behold, I approach Christ, our immortal King and God. Ἱερεύς· Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Priest: The precious and all-holy Body of our Lord and God and Savior Jesus Christ is given to me, (Name), the unworthy priest, for the remission of my sins, and for eternal life. Amen. Ἱερεύς· Μεταδίδοταί μοι (τῷ δεῖνι)τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Priest: Again, the precious and all-holy and life-giving Blood of our Lord and God and Savior Jesus Christ is given to me, (Name), the unworthy priest, for the remission of my sins and for eternal life. Amen. Ἱερεύς· Ἔτι μεταδίδοταί μοι (τῷ δεῖνι)τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Priest: This has touched my lips and will remove my transgressions and purge my sins. Ἱερεύς· Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.
Communion of the Deacons Μετάληψις τῶν Διακόνων
Priest: Deacon, approach. Ἱερεύς· Διάκονε, πρόσελθε.
Deacon: Behold, I approach Christ, our immortal King and God. Master, give to me (Name), the unworthy Deacon, the precious and all-holy Body of our Lord and God and Savior Jesus Christ, for the remission of my sins and for eternal life. Διάκονος· Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι, Δέσποτα (τῷ δεῖνι) τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Priest: The precious and all-holy Body of our Lord and God and Savior Jesus Christ is given to you, (Name), the most-pious Deacon, for the remission of your sins and for eternal life. Ἱερεύς· Μεταδίδοταί σοι (τῷ δεῖνι), τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Deacon: Amen. Διάκονος· Ἀμήν.
Priest: Deacon, again approach. Ἱερεύς· Διάκονε, ἔτι πρόσελθε.
Deacon: Master, give to me (Name), the unworthy Deacon, the precious and all-holy and life-giving Blood of our Lord and God and Savior Jesus Christ, for the remission of my sins and for eternal life. Διάκονος· Μετάδος μοι, Δέσποτα, (τῷ δεῖνι), τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Priest: The precious and all-holy and life-giving Blood of our Lord and God and Savior Jesus Christ is given to you, (Name), the most-pious Deacon, for the remission of your sins and for eternal life. Ἱερεύς· Μεταδίδοταί σοι (τῷ δεῖνι), τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Deacon: Amen. Διάκονος· Ἀμήν.
Priest: This has touched your lips and will remove your transgressions and purge your sins. Ἱερεύς· Τοῦτο ἥψατο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.
Deacon: Amen. Διάκονος· Ἀμήν.
Deacon: Having beheld the resurrection of Christ, let us worship the holy Lord Jesus, the only Sinless One. We venerate Your Cross, O Christ, and Your holy resurrection we hymn and glorify; for You are our God, and aside from You we know no other, we call upon Your name. Come, all you faithful, let us venerate the holy resurrection of Christ; for, behold, through the Cross joy has come to all the world. Ever blessing the Lord, we hymn His resurrection; for having endured the Cross for us, He has destroyed death by death. Διάκονος· Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Deacon: Shine, shine, new Jerusalem, for the glory of the Lord has risen upon You. Dance now, and be glad Sion, and you, the pure Theotokos, take delight in the resurrection of Him Whom you bore. Διάκονος· Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Deacon: How divine, how loving, how most-sweet is Your voice; for You have truly promised to be with us to the end of the age, O Christ; having this anchor of hope we the faithful rejoice. Διάκονος· Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ’ ἡμῶν ἀψευδῶς γὰρ ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοὶ ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Deacon: Great and most-sacred Pascha, Christ; Wisdom, and Word of God, and Power, grant that we may more indelibly partake of You, in the unending day of Your Kingdom. Διάκονος· Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
Deacon: Wash away, Lord, by Your holy Blood, the sins of Your servants who have been commemorated here; through the intercessions of the Theotokos and all Your saints. Amen. Διάκονος· Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Communion of the Faithful Μετάληψις τῶν Πιστῶν
Deacon: With fear of God, faith, and love, come forth. Διάκονος· Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Of Your Mystical Supper, on this day, O Son of God, do receive me as I seek to partake; and unto Your adversaries I will not reveal Your Mystery Lord nor betray You, with a kiss as did Judas, but as did the thief do I confess You: Remember me, O Lord, when You enter in enter into Your kingdom. Remember me, O Master, when You enter in enter into Your kingdom. Remember me, O Holy One, when You enter in enter into Your kingdom. Τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· Μνήσθητί μου Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· Μνήσθητί μου Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
From Pascha Until its Apodosis: Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως·
Body of Christ receive, the fountain of life of life of life of life; taste the source of immortal life. Alleluia. Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς πηγῆς πηγῆς πηγῆς πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
Priest: The servant / handmaiden of God (Name) receives the Body and Blood of our Lord, God, and Savior Jesus Christ, for the remission of sins and for eternal life. Amen. Ἱερεύς· Μεταλαμβάνει ὁ δοῦλος / ἡ δοῦλη τοῦ Θεοῦ (δεῖνα) τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
The Priest exclaims: Save, O God, Your people and bless Your inheritance. Ὁ Ἱερεύς ἐκφώνως· Σῶσον, ὁ Θεὸς, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
We have seen the light, the true light; we have received the heavenly Spirit; we now have found the true faith, by our worshipping the undivided Trinity; Who has saved us. Eἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Deacon: Exalt, Master. Διάκονος· Ὕψωσον, Δέσποτα.
Priest: Be exalted, O God, above the heavens, and Your glory above all the earth. (3) Ἱερεύς· Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. (γ´)
The Priest recites: Blessed is our God... Ὁ Ἱερεύς ἐπεύχεται· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,...
The Priest exclaims: ...always; now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· ...πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Amen. Amen. Let our mouths be filled with Your praise, Lord, that we may sing Your glory, for You have made us worthy to partake of Your holy Mysteries; keep us in Your holiness, that throughout the day we may meditate upon Your righteousness. Alleluia. Alleluia. Alleluia. Ἀμήν. Ἀμήν. Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Litany of Thanksgiving Ἐκτενῆς
Deacon: Let us be attentive: Having partaken of the divine, holy, pure, immortal, heavenly, life-giving, and awesome Mysteries of Christ, let us worthily give thanks to the Lord. Διάκονος· Ὀρθοί· Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως, εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Having asked that the whole day be perfect, holy, peaceful, and sinless, let us commit ourselves, and one another, and all our life to Christ our God. Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
To You, O Lord. Σοὶ, Κύριε.
Thanksgiving Prayer Εὐχαριστήριον Εὐχῆ
The Priest recites: We thank You, Master Who love mankind, Benefactor of our souls, that You have made us worthy also on this day of Your heavenly and immortal Mysteries. Make our path straight, establish us in Your fear; guard our life, and make our steps safe; through the prayers and supplications of the glorious, Theotokos and ever-virgin Mary, and of all Your saints. Ὁ Ἱερεύς ἐπεύχεται· Εὐχαριστοῦμέν σοι, Δέσποτα, φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων Μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου· φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα· εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντω τῶν Ἁγίων σου.
The Priest exclaims: For You are our sanctification, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Prayer Opposite the Ambon Εὐχῆ Ὁπισθάμβωνος
Priest: Let us depart in peace. Ἱερεύς· Ἐν εἰρήνῃ προέλθωμεν.
Deacon: Let us pray to the Lord. Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: You Who bless those who bless You, Lord, and Who sanctify those who put their trust in You, save Your people and bless Your inheritance. Preserve the fullness of Your Church; sanctify those who love the beauty of Your house; glorify them in return by Your divine power, and do not forsake us who hope in You. Grant peace to Your world, to Your churches, to the clergy, to our civil authorities, to the armed forces, and to all Your people. Ἱερεύς· Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς Ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου.
The Priest exclaims: For every good giving and every perfect gift is from above, and comes down from You the Father of Lights; and to You we offer up glory, and thanksgiving, and worship: to the Father, and to the Son, and to the Holy Spirit, now and ever and to the ages of ages. Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον, ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. The name of the Lord is blessed, from now, and unto the ages. (3) Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ´)
Prayer at the Prothesis Εὐχὴ εἰς τὴν Πρόθεσιν
The Priest recites: Christ our God, Who are the fulfillment of the Law and the Prophets, and Who fulfills all the dispensation of the Father, fill our hearts with joy and gladness, always; now and ever and to the ages of ages. Amen. Ὁ Ἱερεύς ἐπεύχεται· Τὸ πλήρωμα τοῦ Νόμου καὶ τῶν Προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
If there will be a Memorial or a Trisagion, click here. Ἐὰν ὑπῆρχεν Μνυμόσυνον ἦ Τρισάγιον, πατήστε ἐδώ.
If there will be an Artoklasia, click here. Ἐὰν ὑπῆρχεν Ἀρτοκλασία, πατήστε ἐδώ.
Dismissal Ἀπόλυσις
Deacon: Let us pray to the Lord. Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: The blessing of the Lord and His mercy come upon you, through His divine grace and love for mankind, always; now and ever, and to the ages of ages. Ἱερεύς· Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ’ ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Priest: Glory to You, O God, glory to You. Ἱερεύς· Δόξα σοὶ ὁ Θεός, δόξα Σοί.
Priest: May (He Who is risen from the dead,) Christ our true God, through the intercessions of His all-pure and all-blameless holy Mother; by the power of the precious and life-giving Cross; through the protection of the honorable heavenly bodiless powers; through the supplications of the honorable, glorious, prophet, forerunner, and baptist John; of the holy, glorious, and all-praiseworthy Apostles; of our father among the saints, John Chrysostom, Archbishop of Constantinople whose liturgy we celebrate; of the holy, glorious and victorious martyrs; of our venerable and God-bearing fathers; of (the patron saint); of the holy and righteous ancestors of God, Joachim and Anna; of Saints (the saints of the day) whom we commemorate; and of all the saints: have mercy and save us, for He is good and loves mankind. Ἱερεύς·(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου οὗ τὴν θείαν Λειτουργίαν ἐπιτελέσομεν· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων, Ἰωακεὶμ καὶ Ἄννης· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
The one who blesses us and sanctifies us, Lord keep him for many years. Τὸν εὐλογούντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.
Priest:* Through the prayers of our holy fathers, Lord Jesus Christ our God have mercy on us and save us. Ἱερεύς·* Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Amen. Ἁμήν.
* From Pascha until its Apodosis instead of "Through the prayers of our holy fathers...:" * Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...»·
Priest: Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life. Ἱερεύς· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῶ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Truly the Lord is risen. Ἀληθῶς ἀνέστη ὁ Κύριος.
Thanksgiving After
Holy Communion
Ευχαριστια μετα την
Θειαν Μεταληψιν
When you have had your rightful part
of the life-giving and mystical Gifts
immediately give praise and thanks
and with a fervent soul say to God:
Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας
τῶν ζωοποιῶν μυστικῶν δωρημάτων,
ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα,
καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε·
Priest: Glory to You, O God. Glory to You, O God. Glory to You, O God. Ἱερεύς· Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός!
Prayer (Anonymous) Ἀνωνύμου
I thank You, Lord my God, that You have not rejected me, the sinner, but have made me worthy to partake of Your holy Mysteries. I thank You that You have granted me, although I am unworthy, to partake of Your most-pure and heavenly Gifts. Master Who love mankind, Who died and rose for our sake, and granted to us these awesome and life-giving Mysteries for the well-being and sanctification of our souls and bodies, let these Gifts be for the healing of both soul and body, for the averting of every evil, for the enlightenment of the eyes of my heart, for the peace of the powers of my soul, for faith unashamed, for love unfeigned, for the fullness of wisdom, for the observing of Your commandments, for an increase of Your divine grace, and for the attainment of Your kingdom. Preserved by them in Your holiness, may I always remember Your grace and no longer live for myself, but for You, our Master and Benefactor. And thus, when I depart this life in the hope of eternal life, may I attain everlasting rest, where the sound of those that keep festival is unceasing, and the delight of those who behold the ineffable beauty of Your countenance is unending. For You are the true joy and inexpressible gladness of those who love You, Christ our God, and all creation hymns You to the ages. Amen. Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Prayer of Saint Basil the Great Μεγάλου Βασιλείου
Master Christ God, King of the ages and Creator of all things, I thank You for all the good gifts You have given me, and especially for the communion of Your pure and life-giving Mysteries. I pray You, therefore, good Lord Who love mankind: keep me under the protection and in the shadow of Your wings; grant that even to my last breath I may with a pure conscience partake worthily of Your Holy Gifts for the remission of sins and for eternal life. For You are the Bread of life, the Source of holiness, the Giver of good things, and to You we offer up glory, together with the Father and the Holy Spirit, now and ever and to the ages of ages. Amen. Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαὶ μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Of Saint Symeon the Translator Συμεὼν τοῦ Μεταφραστοῦ
You Who have willingly given me Your Flesh as food, Who are a burning fire to the unworthy, do not consume me. No, my Creator; rather penetrate into my members, all my joints, my organs, and my heart. Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως, ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους, μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου· μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις, εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν· φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων.
Burn all my iniquities like thorns; cleanse my soul, make holy my thoughts, make firm my knees and my bones as well. Illumine my five senses and make vigilant my entire being with the fear of You. Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας· τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα· αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα· ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω.
Watch over me always; shield and protect me from every deed and word which corrupts the soul. Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου.
Cleanse me, purify me, and put me in order. Adorn me, give me understanding, and illumine me. Show me to be the dwelling of Your Spirit alone, and not the dwelling place of sin; so that when You enter into the home of Your communion, every evil doer and every passion will flee from me as from fire. Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με· κάλλυνε, συνέτιζε καὶ φώτιζέ με· δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου, καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας· ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας, ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος.
As intercessors I bring to You all the saints, the chiefs of the bodiless hosts, Your Forerunner, the wise Apostles, and moreover Your immaculate and pure Mother; accept their prayers, my compassionate Christ, and make Your servant a child of light. Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους, τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων, τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους, πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα· ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου, καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν.
For in Your goodness You alone sanctify and enlighten our souls, and to You, our God and Master, as is right we offer up glory every day. Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης· καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ, δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.
Another Prayer (Anonymous) Ἔτερον (Ἀνωνύμου)
Lord Jesus Christ our God, let Your sacred Body be to me for eternal life, and Your precious Blood for the remission of sins. Let this Eucharist be to me for joy, health and gladness. And at Your dread Second Coming make me, the sinner, worthy to stand at the right hand of Your glory; through the intercessions of Your all-pure Mother and of all the saints. Amen. Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Prayer to the Theotokos
(Anonymous)
Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
(Ἀνωνύμου)
All-holy Lady, Theotokos, light of my darkened soul, my hope, shelter, refuge, comfort, and joy: I thank You, for you have deemed me, the unworthy one, worthy to partake of the most-pure Body and precious Blood of your Son. Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου.
You who gave birth to the true Light, enlighten the spiritual eyes of my heart; you who conceived the Source of immortality, revive me who am dead in sin; you who are the lovingly-compassionate Mother of the merciful God, have mercy on me and grant me compunction and contrition in my heart, humility in my thoughts and the recall of my thoughts from captivity. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισὸν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου.
And grant me, until my last breath, to receive without condemnation the sanctification of the most-pure Mysteries for the healing of both soul and body. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος.
Grant me tears of repentance and confession that I may hymn and glorify you all the days of my life. For you are blessed and most-glorified to the ages. Amen. Καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν.
Hymn of Symeon the God-Bearer Ὠδὴν Συμεὼν τοῦ Θεοδόχου
Priest: Now let Your servant depart in peace, Lord, according to Your word; for my eyes have seen Your salvation which You have prepared in the presence of all people: a light for revelation to the nations, and for glory to Your people Israel. Ἱερεύς· Νῦν ἀπολύεις τὸν δούλόν σου, Δέσποτα, κατὰ τὸ ῥήμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Trisagion Τρισάγιον
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages. Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Apolitikion of Saint John Chrysostom Ἀπολυτίκιον τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Grace shone forth from your mouth like fire, illuminating the universe; You showed the world that generosity is a treasure; and you revealed to us the height of humility. Thus having taught us by your words, father John Chrysostom, intercede with Christ the Word, our God to save our souls. Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο· τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Kontakion of Saint John Chrysostom Κοντάκιον τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
You received divine grace from heaven, and from your lips you teach all to worship the one God in Trinity, venerable John Chrysostom, the all-blessed. We extol you worthily, for you are a teacher who reveals divine things. Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε, ὅσιε. Ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Troparion Τροπάριον
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
The Church is revealed to all as a brilliantly lit heaven, leading the faithful in the way of the light. Standing therein we cry aloud: make firm the foundation of this House, Lord. Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζωμεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε.
Lord, have mercy. (12) Κύριε ἐλέησον. (ιβ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
More honorable than the Cherubim, and incomparably more glorious than the Seraphim, the one who incorruptibly gave birth to God the Word, truly the Theotokos, we magnify you. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Holy Father, bless. Πάτερ ἄγιε, εὐλόγησον.
Priest: May God be gracious to us and bless us and make His face to shine upon us, and be merciful unto us. Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Amen. Ἁμήν.
Dismissal Ἀπόλυσις
Priest: Glory to You, O God, glory to You. Ἱερεύς· Δόξα σοὶ ὁ Θεός, δόξα Σοί.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Holy Father, bless. Πάτερ ἄγιε, εὐλόγησον.
Priest: May Christ our true God, through the intercessions of His all-pure and all-blameless holy Mother; of the holy, glorious, and all-praiseworthy Apostles; of our venerable and God-bearing fathers; of (the patron saint); (of the day) whom we commemorate; and of all the saints: have mercy on us and save us, for He is good and loves mankind. Ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ)· (τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Priest: Through the prayers of our holy fathers, Lord Jesus Christ our God have mercy on us and save us. Ἱερεύς· Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Amen. Ἀμήν.
“Most assuredly, I say to you, unless you eat the flesh of the Son of Man and drink His blood, you have no life in you. Whoever eats My flesh and drinks My blood has eternal life.” (John 6:53-54)
«Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἐαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκαν καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον.» (Ἰωάν. Στ´, 53-4)
QQQ
Memorial Service and Trisagion Τὸ Μνημόσυνον καὶ τὸ Τρισάγιον
At the Memorial Service (i.e., with Kolyva): Εἰς τὸ Μνημόσυνον·
Evlogitaria for the Deceased Εὐλογητάρια Νεκρόσιμα
Tone Plagal 1 Ἦχος πλ. α´
Blessed are You, O Lord, teach me Your commandments. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
The choir of saints has found the fountain of life and the door of paradise; may I also find the way through repentance; I am the lost sheep: Savior, call me back again and save me. Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Only on the Saturdays of Souls: Ἐν τῷ Ψυχοσαββάτῳ·
Blessed are You, O Lord, teach me Your commandments. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Of old You created me from nothing and honored me with Your divine image. But when I disobeyed Your commandments, You returned me to the earth from where I was taken. Lead me back again to Your likeness, and renew my original beauty. Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Blessed are You, O Lord, teach me Your commandments. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
I am the image of Your ineffable glory, though I bear the scars of my transgressions. Take pity on Your creation, O Master, and cleanse it by Your compassion. Grant to me the homeland which I desire and once again make me a citizen of paradise. Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Blessed are You, O Lord, teach me Your commandments. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Give rest, O God, to Your servant / servants, and place him / her / them in paradise, where the choirs of saints and the righteous shine as luminaries; to Your servant who has / servants who have fallen asleep give rest, O Lord, and overlook all his / her / their offenses. Ἀνάπαυσον, ὁ Θεὸς τὸν δούλον / τῆν δούλην / τοὺς δούλους σου, καὶ κατάταξον αὐτὸν / αὐτὴν / αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δούλον / τὸν κεκοιμημένην δούλην / τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτοῦ / αὐτοῖς / αὐτῶν πάντα τὰ ἐγκλήματα.
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
We piously praise the threefold radiance of the one God, crying out: holy are You beginningless Father, co-beginningless Son and Divine Spirit; illumine us who worship You in faith and rescue us from the eternal fire. Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Rejoice, modest Lady, who for the salvation of all gave birth to God in the flesh, and through Whom the human race has found salvation; through you, pure and blessed Theotokos, may we find paradise. Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Alleluia, alleluia, alleluia. Glory to You, O God. (3) Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (γ´)
Kontakion Κοντάκιον
Tone Plagal 4 Ἦχος πλ. δ´
The Priest censes as he chants: Among the saints give rest, O Christ, to the soul of Your servant / souls of Your servants, where there is no pain, no sorrow, no sighing, but life everlasting. Ὁ Ἱερεύς θυμιᾀ καῖ ψάλλει· Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου / τὴν ψυχὴν τῆς δούλης / τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Then the Troparia. Εἶτα τὰ Τροπάρια.
At the Trisagion
(i.e., if there is no Kolyva begin here)
Εἰς τὸ Τρισάγιον
Troparia Τροπάρια
Among the spirits of the righteous perfected, give rest, O Savior, to the soul of Your servant / souls of Your servants; protect him / her / them in the blessed life which is from You, Who love mankind. Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου / τὴν ψυχὴν τῆς δούλης / τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν / αὐτὰς εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.
In the place of Your rest, O Lord, where all Your saints repose, give rest also to the soul of Your servant / souls of Your servants for You alone are immortal. Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου / τὴν ψυχὴν τῆς δούλης / τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
You are our God, Who descended into Hades and loosened the pains of those who were suffering there; grant rest also, O Savior, to the soul of Your servant / souls of Your servants. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου / τὴν ψυχὴν τῆς δούλης / τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ, ἀνάπαυσον.
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Only pure and spotless Virgin, who ineffably gave birth to God, intercede for the salvation of the soul of Your servant / souls of Your servants. Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου / τὴν ψυχὴν τῆς δούλης / τὰς ψυχὰς τῶν δούλων σου.
Litany for Those Fallen Asleep Συναπτὴ τῶν Κεκοιμημένων
Deacon: Have mercy upon us, O God, according to Your great mercy; we beseech You, hear us and have mercy. Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for the repose of the soul of the servant / souls of the servants of God, (Name(s)), who has / have fallen asleep, and for the forgiveness of all his / her / their offenses, both voluntary and involuntary. Διάκονος·  Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου / τῆς ψυχῆς τῆς κεκοιμημένης δούλης / τῶν ψυχῶν τῶν κεκοιμημένων δούλων τοῦ Θεοῦ, (δεῖνος), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ / αὐτῇ / αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
On the Saturdays of Souls, instead of the preceding petition: Ἐν τῷ Ψυχοσαββάτῳ, ἀντὶ τὸ ἀνωτέρω·
Deacon: Again we pray for the blessed memory and eternal repose of all those who have fallen asleep in the hope of eternal life: the pious Orthodox Christians, kings, patriarchs, hierarchs, priests, hierodeacons, monastics; our fathers, forefathers, grandfathers, ancestors, parents, spouses, children, brothers, and relatives; all those who have lived from the beginning to the present and for the forgiveness of all their offenses, both voluntary and involuntary. Διάκονος· Ἔτι δεόμεθα ὑπέρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς Ὀρθοδόξων Χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon:  That the Lord God will place his soul / her soul / their souls where the righteous repose; for the mercies of God, the Kingdom of heaven, and the remission of his / her / their sins, let us ask of Christ our immortal King and God. Διάκονος· Ὅπως, Κύριος ὁ Θεός, τάξῃ τὴν ψυχὴν αὐτοῦ / τὴν ψυχὴν αὐτῆς / τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ / αὐτῆς / αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Let us pray to the Lord. Διάκονος · Τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: O God of spirits and of all flesh, Who has trampled down death, Who has abolished the devil, and Who has granted life to Your world; give rest, to the soul of Your servant / souls of Your servants who has / have fallen asleep,... Ἱερεύς·  Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου / τὴν ψυχὴν τῆς κεκοιμημένης δούλης / τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου,...
On the Saturdays of Souls, add: Ἐν τῷ Ψυχοσαββάτῳ·
...kings, patriarchs, hierarchs, priests, hieromonks, hierodeacons, and monastics and all those from one end of the universe to the other, who have fallen asleep: pious Orthodox Christians, our fathers, forefathers, grandfathers, ancestors, parents, spouses, children, brothers, and relatives,... ...βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καὶ πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς Ὀρθοδόξων Χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν,...
...(Name(s)) in a place of light, in a place of green pasture, in a place of refreshment, where there is no pain, sorrow, and sighing. As a good God Who love mankind, forgive every sin committed by him / her / them in word, deed, or thought; for there is no one who lives upon the earth and does not sin; for You only are without sin, Your righteousness is everlasting righteousness, and Your word is truth. ...(Ὄνομα) ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ / αὐτῆς / αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπὶ τῆς γῆς καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια.
Deacon: Let us pray to the Lord. Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν
Lord, have mercy. Κύριε, ἐλέησον.
The Priest exclaims: For You are the Resurrection, the Life, and the Repose... Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι σύ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις...
...of Your servant (Name) / of Your servants (Names) who has / have fallen asleep,... ...τοῦ κεκοιμημένου δούλου / τῆς κεκοιμημένης δούλης / τῶν κεκοιμημένων δούλων σου,...
On the Saturdays of Souls, instead of the preceding: Ἐν τῷ Ψυχοσαββάτῳ·
...of all pious Orthodox Christians who have fallen asleep,... ...πάντων τῶν κεκοιμημένων εὐσεβῶς Ὀρθοδόξων Χριστιανῶν,...
...Christ our God, and to You we offer up glory, with Your beginningless Father, and Your all-holy, and good, and life-giving Spirit, now and ever, and to the ages of ages. ...Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Only if the body is present, the Priest: May your memory be eternal, brother / sister / brethren worthy of blessedness. Ἱερεύς· Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ / ἀξιομακάριστος καὶ ἀείμνηστος ἀδελφὴ / ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοὶ ἡμῶν.
Everlasting be, his / her / their memory;
Everlasting be, his / her / their memory;
Everlasting be, his / her / their memory. (3)
Αἰωνία ἡ μνήμη,
αἰωνία ἡ μνήμη,
αἰωνία αὐτοῦ / αὐτῆς / αὐτῶν ἡ μνήμη. (γ´)
Then, an Artoklasia (click here), or the Dismissal (click here). Εἶτα ἡ Ἀρτοκλασία (πατήστε ἐδώ), ἢ τὸ Ἀπόλυσις (πατήστε ἐδώ).
ARTOKLASIA ΑΡΤΟΚΛΑΣΙΑ
Litany Ἐκτένια
After the "Prayer at the Prothesis," or the Memorial Service / Trisagion for the Deceased, the Deacon: Μετὰ τὴν «Εὐχὴ εἰς τὴν Πρόθεσιν», ἢ τὸ Μνημόσυνον / Τρισάγιον, ψάλλει ὁ Διάκονος·
Deacon: Have mercy on us, O God, according to Your great mercy; we beseech You, hear us and have mercy. Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἒλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for pious and Orthodox Christians. Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for our Archbishop (Name), and for all our brotherhood in Christ. Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Αgain we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness, and remission of sins of the servants of God, of the members and the council of this holy church... Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐνοριτῶν καὶ ἐπιτρόπων τῆς ἁγίας ἐκκλησίας ταύτης...
...and of the servants of God (Name(s)), (who celebrate this holy feast), and for their health and salvation, let us ask. ...καὶ τῶν δούλων αὐτοῦ, (ὅνομα), (τῶν ἐπιτελοῦντων τὴ ἁγίαν ἑορτὴν ταύτην), ὑγείας, καὶ σωτηρίας ὑπὲρ αὐτῶν εἴπωμεν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for the protection of this holy church, this city, and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasions, civil strife, and accidental death. That our good God Who love mankind may be merciful, gracious and favorable to us by turning and diverting from us all wrath and sickness impending against us, and deliver us from His just rebuke, and have mercy on us. Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθήναι τὴν ἁγίαν ἐκκλησίαν, καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν και χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθών καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾽ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῶν δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray that the Lord our God will hear the prayer of us sinners, and have mercy on us. Διάκονος· Ἔτι δεόμεθα καὶ ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Priest: Hear us, O God our Savior, the hope of all those throughout the earth and those far out at sea; and be merciful, be merciful, to us Master, for our sins, and have mercy on us. For You are a merciful God Who love mankind, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now, and ever, and to the ages of ages. Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσση μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἑλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Prayer Εὐχὴ
Priest: Peace be with all. Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ τῷ πνεύματί σου.
Deacon: Let us bow our heads to the Lord. Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνωμεν.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: All-Merciful Master, Lord Jesus Christ our God, through the intercessions of our all-pure Lady, the Theotokos and ever-virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honorable, heavenly bodiless powers; by the supplications of the honorable, glorious, prophet, forerunner, and baptist John; of the holy, glorious, all-praiseworthy, and chief Apostles Peter and Paul, and all the holy Apostles; of our holy fathers among the saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian, and John Chrysostom; of Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; of Nicholas of Myra, Spyridon, Bishop of Trimythous, Dionysios of Aegina, and Nektarios of Pentapolis, the wonder-workers; of the holy, glorious, great martyrs, George the trophy-bearer, Demetrios the myrrh-flowing, Theodore the recruit, Theodore the general, and Menas the wonder-worker; of the hieromartyrs Ignatios, Polykarp, Haralambos, and Eleutherios; of the holy, glorious, great women martyrs Thekla, Barbara, Anastasia, Katherine, Kyriake, Fotini, Marina, Paraskevi, and Irene; of the holy, glorious, and victorious martyrs; of our venerable and God-bearing fathers who were illumined in asceticism; of (the patron saint); of the holy and righteous ancestors of God, Joachim and Anna; of (Saints of the Day) whom we commemorate; and of all Your saints: make our prayer acceptable;... Ἱερεύς· Δέσποτα πολυέλεε Κύριε, Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν ἁγίων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Διονυσίου Αἰγίνης, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων, ἐνδόξων, μεγαλοn μαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, καὶ Μηνᾶ τοῦ θαυμαρτουργοῦ· τῶν ἱερομαρτύρων Ἰγνατίου, Πολυκάρπου, Χαραλάμπους, Ἐλευθερίου, καὶ Κοσμᾶ τοῦ Αἰτωλοῦ· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινής, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν τῶν ἐν ἀσκῆσει λαμψάντων· (τοῦ ἁγίου τοῦ ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ τὴν μνήμην ἐπιτελοῦμεν· εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν·...
Amen. Ἀμήν.
...Grant us remission of our transgressions;... ...Δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν·...
Amen. Ἀμήν.
...Shelter us under the shelter of Your wings;... ...Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου·...
Amen. Ἀμήν.
...Keep away from us every enemy and adversary;... ...Ἀποδίωξον ἀφ᾽ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον·...
Amen. Ἀμήν.
...Make our lives peaceful;... ...Εἰρήνευσον ἡμῶν τὴν ζωήν·...
Amen. Ἀμήν.
...Lord, have mercy upon us and upon Your world, and save our souls, for You are a good and merciful God Who love mankind. ...Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμον Θεός.
Amen. Ἀμήν.
Troparion Τροπάριον
Priest: Theotokos Virgin, rejoice Mary full of grace, the Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb. For you have brought forth the Savior of our souls. Ἱερεύς· Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
But, during Bright Week: "Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life." Ἐν τῇ ἑδομάδα τῆς Διακαινησίμου· «Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.»
Prayer Εὐχὴ
Deacon: Let us pray to the Lord. Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Lord, Jesus Christ our God, Who blessed the five loaves in the wilderness and from them filled five thousand men, bless also these loaves (the wheat, the wine and the oil) and multiply them in this holy Church, in this city, in the homes of those who celebrate, and in all Your world; and also sanctify Your faithful servants who partake of them. For You are He Who blesses and sanctifies all things, Christ our God, and to You we offer up glory together with Your eternal Father and Your all-holy, good, and life-creating Spirit, now and ever, and to the ages of ages. Ἱερεύς· Κύριε Ἰησού Χριστέ ὁ Θεός ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, (τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον)· καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγία Ἐκκλησία, τῇ πόλει ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἅπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπατα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων.
Amen. Ἀμήν.
Troparion Τροπάριον
Grave Tone Ἦχος βαρύς
Priest: Those in whom wealth abounds poor and hungry have become, but those who eagerly seek the Lord never shall in want be of every good thing. Ἱερεύς· Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Those in whom wealth abounds poor and hungry have become, but those who eagerly seek the Lord never shall in want be of any good thing. Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
(Repeat) Those in whom wealth abounds poor and hungry have become, but those who eagerly seek the Lord never shall in want be of any good thing. (Πάλιν) Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Then, the Dismissal (click here). Εἶτα τὰ Ἀπόλυσις (πατήστε ἐδώ).
Email: fr.luke@denver.goarch.org
© 2003-2018, Saint Nicholas Greek Orthodox Church
Contact Information