Saint Nicholas Greek Orthodox Church
Grand Junction, Colorado

Ecumenical Patriarchate of Constantinople (AD 73)
Greek Orthodox Archdiocese of America (AD 1922)
Greek Orthodox Metropolis of Denver (AD 1979)

METROPOLIS OF DENVER
Home Page
Return to
Liturgical Texts
Page
Download
Small Compline
in .docx format
Download
Small Compline
in .pdf format

The Service of Small Compline

SMALL COMPLINE ΑΠΟΔΕΙΠΝΟ ΜΙΚΡΟ
Priest: Blessed is our God, always, now, and ever, and to the ages of ages.
Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Priest: * Glory to You, O God, Glory to You.
Ἱερεύς· * Δόξα σοι, ὁ Θεός, δόξα σοι.
Heavenly King, Comforter, the Spirit of truth, present everywhere and filling all things, Treasury of good things and Giver of life: come and dwell in us, cleanse us of every impurity; and save our souls, O good One. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
* From the Sunday of Pascha through the Sunday of Pentecost, “Glory to You, O God...” and “Heavenly King...” is not said. * Ἀπο τῆς Κυριακῆς τοῦ Πάσχα, μἐχρι τῆς Κυριακῆς τῆς Πεντηκοστῆς, παραλείπεται τὸ «Δόξα σοι...» καὶ τὸ «Βασιλεῦ Οὐράνιε...».
Trisagion Τρισάγιον
** Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) ** Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (γ´)
** From Pascha until its Apodosis instead of “Holy God...,” we chant: “Christ is risen from the dead...,” (thrice, once from the Holy of Holies, and twice by the choir. ** Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Ἅγιος ὁ Θεός...», τὸ «Χριστὸς ἀνέστη ἐκ νεκρῶν...,» τρὶς, ἅπαξ ἐκ τοῦ Ἱεροῦ Βήματος, καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Lord, have mercy. (12) Ἁμήν. Κύριε ἐλέησον. (ιβ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Come, let us worship and fall down before God, our King. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come let us worship and fall down before Christ, our King and God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come, let us worship and fall down before Christ Himself, the King and our God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Psalm 50 Ψαλμὸς Ν´
Have mercy on me, O God, according to Your great mercy, and according to the multitude of Your compassions blot out my transgression. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Wash me thoroughly from my iniquity, and cleanse me from my sin. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
For I know my iniquity, and my sin is ever before me. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς.
Against You only have I sinned, and have done evil in Your sight, that You may be justified in Your words, and be victorious when You are judged. Σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
For behold, I was conceived in iniquities, and in sins did my mother bear me. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
For behold, You have loved the truth; the hidden and secret things of Your wisdom You have made manifest to me. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Sprinkle me with hyssop, and I shall be clean; wash me, and I shall be made whiter than snow. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Make me to hear joy and gladness; the bones that are humbled shall rejoice. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Turn Your face away from my sins, and blot out all my iniquities. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Create in me a clean heart, O God, and renew a right spirit within me. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.
Restore the joy of Your salvation to me, and establish me with Your governing Spirit. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
I shall teach transgressors Your ways, and the impious shall turn back to You. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Deliver me from bloodguilt, O God, the God of my salvation; my tongue shall rejoice in Your righteousness. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Lord, You shall open my lips, and my mouth shall declare Your praise. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
For if You had desired sacrifice, I would have given it; with whole-burnt offerings You shall not be pleased. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
A sacrifice to God is a broken spirit; a heart that is broken and humbled God will not reject. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Do good, Lord, in Your good pleasure to Sion, and let the walls of Jerusalem be built. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ.
Then You shall be pleased with a sacrifice of righteousness, with oblation and whole-burnt offerings. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Then they shall offer young bulls upon Your altar. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Psalm 69 Ψαλμὸς ΞΘ´
O God, be attentive to helping me; Lord, make haste to help me. Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
Let those that seek after my soul be shamed and confounded. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
Let those that desire evils against me be turned back and brought to shame. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.
Let those who say to me: “Well done! Well done!” be turned back straight-away in shame. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε.
Let all those who seek after You, O God, be glad and rejoice in You, and let those who love Your salvation say continually: The Lord be magnified. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
But as for me, I am poor and needy; O God, come to my aid. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι.
You are my Helper and my Deliverer; Lord, do not delay. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
Psalm 142 Ψαλμὸς ΡΜΒ´
Lord, hear my prayer, in Your truth give ear to my supplications, hear me in Your righteousness. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
And do not enter into judgment with Your servant, for in Your sight no living thing shall be justified. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
For the enemy has persecuted my soul; he has humbled my life down to the earth. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
He has sat me in darkness as those who have been dead to the ages; and my spirit within me despairs, my heart within me is troubled. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
I remembered days of old, I meditated on all Your works, I pondered on the works of Your hands. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
I stretched forth my hands to You; my soul thirsts after You like a dry land. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
Quickly hear me, Lord, my spirit has fainted away. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Do not turn Your face from me, lest I become like those who go down into the pit. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
Make me hear Your mercy in the morning; for I hope in You. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοι ἤλπισα.
Cause me to know, Lord, the way in which I should walk, for I have lifted up my soul to You. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.
Rescue me from my enemies, Lord, I have fled to You for refuge. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον
Teach me to do Your will, for You are my God. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Your good Spirit shall lead me in the land of uprightness; You shall quicken me for Your name’s sake, Lord. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
In Your righteousness, You shall bring my soul out of affliction, and in Your mercy You shall utterly destroy my enemies, and You shall cut off all those who afflict my soul: for I am Your servant. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Small Doxology Δοξολογία Μικρὰ
Glory to God in the highest, and on earth peace, good will to men. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
We praise You, we bless You, we worship You, we glorify You, we give thanks to You for Your great glory. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Lord King, heavenly God, Father almighty; Lord, the only-begotten Son, Jesus Christ; and Holy Spirit. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Lord God, Lamb of God, Son of the Father Who takes away the sin of the world: have mercy on us, You Who take away the sins of the world. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Receive our prayer, You Who sit at the right hand of the Father, and have mercy on us. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
For You only are holy; You only are the Lord, Jesus Christ, to the glory of God the Father. Amen. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Each day I will bless You and praise Your name to the ages of ages. Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Lord, You have been our refuge from generation to generation. I have said: “Lord have mercy upon me; heal my soul, for I have sinned against You.” Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Lord, I have taken refuge in You; teach me to do Your will for You are my God. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
For in You is the fountain of life, in Your light we shall see light. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Continue Your mercy to those who know You. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Make us worthy, Lord, to be protected from sin this day. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Blessed are You, Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Lord, let Your mercy be upon us, as we have placed our hope in You. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Blessed are You, Lord: teach me Your commandments. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Blessed are You, Master: make me understand Your commandments. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Blessed are You, Holy One: enlighten me with Your commandments. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Lord, Your mercy is to the ages; do not disdain the works of Your hands. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
To You is due praise, to You is due song, to You glory is due, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Symbol of the Faith Σύμβολον τῆς Πίστεως
I believe in one God, the Father, the Almighty, Creator of heaven and earth, and of all things visible and invisible; Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων·
And in one Lord, Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father, through Whom all things were made; Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο·
Who for us men and for our salvation came down from the heavens and was incarnate by the Holy Spirit and the Virgin Mary, and became man; Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα·
Crucified for us under Pontius Pilate, He suffered and was buried; Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα·
Rising on the third day according to the Scriptures; Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς·
And ascending into the heavens, He is seated at the right hand of the Father; Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός·
And coming again in glory to judge the living and the dead, His Kingdom shall have no end; Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος·
And in the Holy Spirit, the Lord, the Giver of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets; Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν προφητῶν·
In one, holy, catholic, and apostolic Church; Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν·
I acknowledge one baptism for the remission of sins; Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν·
I expect the resurrection of the dead; Προσδοκῶ ἀνάστασιν νεκρῶν·
And the life of the age to come. Amen. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Kanon: Κανόνος·
• The 24 Akathist Verses of the Theotokos
• Οἰ ΚΔ´ Οἰκοί τῆς Θεοτόκου
• Kanon of Preparation for Holy Communion
• Ὁ Κανῶν τῆς Θείας Μεταλήψεως
• Megalynarion
• Μεγαλυνάριον
The Twenty-Four Akathist Verses of the Theotokos Οἰ ΚΔ´ Οἰκοί τῆς Θεοτόκου
Akathist Hymn Apolitikion
Tone Plagal 4
Ἀπολυτίκιον τοῦ Ἀκαθίστου
Ἦχος πλ. δ´
Having secretly received the command, • the Archangel • hastened to Joseph’s abode • and spoke to the holy Virgin. • He who bowed the heavens • and came down is contained wholly and unchanged in you. • When I behold Him in your womb taking the likeness of a servant, • I stand and cry out to you: • Rejoice, O Bride unwedded. Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!
Kontakion
Tone Plagal 4
Κοντάκιον
Ἦχος πλ. δ´
To you, the champion Commander, I your city inscribe victorious anthems of thanksgiving, for deliverance from suff’rings, Theotokos. Inasmuch as you have power unassailable, from all manner of dangers set me free, that I cry out to you: Rejoice bride unwedded! Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ᾽ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Akathist Hymn Apolitikion
Tone Plagal 4
Ἀπολυτίκιον τοῦ Ἀκαθίστου
Ἦχος πλ. δ´
First Stanza
Part 1
Στάσις Α´
Α´
An angel of supreme rank was sent from heaven to say to the Theotokos: Rejoice! Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε.
(Repeat) An angel of supreme rank was sent from heaven to say to the Theotokos: Rejoice! (Πάλιν) Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε.
(And Again) An angel of supreme rank was sent from heaven to say to the Theotokos: Rejoice! (Καὶ πάλιν) Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε.
And beholding You Lord, taking bodily form at the sound of his bodiless voice, he was astounded and he stood crying out to her such salutations: Καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Rejoice, you, through whom is the joy to shine forth; rejoice, you through whom the curse is to vanish. Χαῖρε, δι᾽ ἦς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾽ ἦς ἡ ἀρὰ ἐκλείψει.
Rejoice, restoration of Adam the fallen one; rejoice, liberation of Eve from tears. Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Rejoice, height to which the thoughts of men are hardly able to ascend; rejoice, depth which for the Angels’ eyes is very hard to apprehend. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς· χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.
Rejoice, for you are a throne for the King; rejoice for you hold the One Who holds everything. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Rejoice, the star causing the Sun manifestation; rejoice, the womb of the divine incarnation. Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Rejoice, you through whom creation is re-created; rejoice, you by whom the Creator is procreated. Χαῖρε, δι᾽ ἦς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾽ ἦς βρεφουργεῖται Κτίστης.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Beholding herself wholly kept in chastity, she who is holy says to Gabriel: The exceptional tidings of your voice seem difficult for my soul to accept; for what do you mean to be pregnant by a seedless conception, crying: Alleluia. Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῶ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 2 Β´
Curious to know knowledge that is unknowable, the Virgin cried to ministering Angel: “How is it possible for a son to be born of inviolate loins? Tell me.” And he replied to her with fear, albeit crying aloud thus: Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα: Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοί. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·
Rejoice, initiate of secret counsel; rejoice, assurance of that which calls for silence. Χαῖρε, βουλῆς ἀπορρήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Rejoice, introduction to the miracles of Christ; rejoice, consummation of His dogmas Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Rejoice, heavenly ladder by which God Himself came down; rejoice, bridge that conveys earth-born men to heaven. Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾽ ἦς κατέβη ὁ Θεός· χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν.
Rejoice, wonder most renowned among Angels; rejoice, wound greatly mourned by the demons. Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Rejoice, you who inexplicably bear the Light; rejoice, you who declare the manner of it to no one. Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα· χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Rejoice, you who transcends the knowledge of the wise; rejoice, you who illuminates the minds of the faithful. Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Divine power of the Most High, overshadowed the unwedded Maiden, to effect her conception; and it made her fruitful womb to appear as a luscious field for everyone who desires to reap salvation, while chanting: Alleluia. Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τὴ Ἀπειρογάμω. καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοὶς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 3 Γ´
Enshrining God in her womb, the virgin hastened to Elizabeth, whose unborn babe at once recognized the salutation of the mother of God, and rejoiced and as it were leapt and sung and cried to her: Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον`
Rejoice, branch of unfading growth; rejoice, wealth of unmingled fruit. Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Rejoice, you who labors for Him, whose labor is love; rejoice, you who tends Him who tends our life. Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Rejoice, corn-land growing fertility of mercies; rejoice, table sustaining abundance of oblations. Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Rejoice, you who receives the green fields of joy; rejoice, you who prepares a haven for souls. Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Rejoice, acceptable incense of intercession; rejoice, oblation for all the world. Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Rejoice, favor of God to mortals; rejoice, access of mortals to God. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Floods of doubtful thoughts troubled the wise Joseph within, when he saw you, O blameless and unwedded maiden, and he feared for you; but when he learned of your conception through the Holy Spirit, he cried: Alleluia. Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Second Stanza
Part 1
Στάσις Β´
Α´
Gloriously the angels hymned the incarnate presence of Christ, and the shepherds heard; and hastening as to a Shepherd, they beheld Him as a Lamb without spot, reposing on Mary’s breast, and her they hymned and they said: Ἤκουσαν οἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γατρὶ Μαρίας Βοσκηθέντα, ἦν ὑμνοῦντες εἶπον·
Rejoice, mother of the Lamb and of Shepherd; rejoice, fold for the sheep of His pasture. Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Rejoice, bulwark from invisible foes; rejoice, opener of the gates of paradise. Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρὼν ἀνοικτήριον.
Rejoice, for the things of heaven rejoice with the earth; rejoice, for the things of earth join chorus with the heavens. Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοίς.
Rejoice, never-silent voice of the apostles; rejoice, never-conquered courage of the champions. Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Rejoice, firm support of faith; rejoice, shining token of grace. Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.
Rejoice, you through whom Hades was laid bare; rejoice, you through whom we are clothed with glory. Χαῖρε, δι᾽ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε, δι᾽ ἧς ἐνεδύθημεν δόξαν.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
High in the heavens the Magi beheld the Godward-pointing star, and they followed its rays and kept it as a beacon before them; through it they sought a mighty King, and as they approached the Unapproachable they rejoiced and cried out to Him: Alleluia. Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλη, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾽ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες, Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 2 Β´
In the virgin’s hand the sons of the Chaldees saw Him Who with His hand had made man; and knowing Him as Master, though He had taken the form of a servant, they hastened with gifts to do homage, and cried to her who is blessed: Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρί τους ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένη·
Rejoice, mother of the Star that never sets; rejoice, dawn of the mystic day. Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Rejoice, you who quenches the furnace of error; rejoice, you who enlightens those who know the Trinity. Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς τριάδος τους μύστας φωτίζουσα.
Rejoice, you who casts out the inhuman tyrant of old; rejoice, you who shows forth the Lord, the merciful Christ. Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Rejoice, you who redeems from the creeds of barbarism; rejoice, you who releases from the morass of evil deeds. Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ του βορβόρου ῥυομένη τῶν ἔργων.
Rejoice, you who made the worship of fire to cease; rejoice, you who made the flame of suffering to be allayed. Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.
Rejoice, guide of the wisdom of the faithful; rejoice, joy of all generations. Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
King’s messengers, the wise men became, when they returned to Babylon; they fulfilled Your prophecy and to all preached You as the Christ, and they left Herod as a trifler who knew not how to cry: Alleluia. Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν. Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 3 Γ´
Lighting the lamp of truth in Egypt, , O Savior, you cast out the darkness of falsehood, and not enduring your strength their idols fell; and those among them who were saved cried to the mother of God: Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας του ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον·
Rejoice, uplifting of men; rejoice, downfall of demons. Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπωσις τῶν δαιμόνων.
Rejoice, you who tramples upon the wanderings of error; rejoice, you who refutes the lies of idols. Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Rejoice, sea which drowned Pharaoh and his schemes; rejoice, rock which refreshed those thirsty for life. Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοῆτον· χαῖρε, πέτρα ἡ ποτίσασα τους διψῶντας τὴν ζωήν.
Rejoice, fiery pillar, leading those in darkness; rejoice, shelter of the world, broader than a cloud. Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τους ἐν σκότει· χαῖρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.
Rejoice, sustenance in succession to manna; rejoice, messenger of holy joy. Χαῖρε, τροφή του μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Rejoice, land of promise; rejoice, you from which flows honey and milk. Χαῖρε, ἡ Γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Marveling at your ineffable wisdom when you were presented to him as a new-born babe, Simeon, who was nearing his time of departure from this age of error, recognized you as perfect God and he cried: Alleluia. Μέλλοντος Συμεῶνος του παρόντος αἰῶνος μεθίστασθαι του ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾽ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων, Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Third Stanza
Part 1
Στάσις Γ´
Α´
New was the creation which the Creator showed to us His creatures, when He appeared born from the womb of a virgin; and she was guarded, as she was, in perfect purity; so that when we see this marvel, we may praise her and sing: Νέαν ἔδειξε κτίσιν, ἐμπανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ᾽ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Rejoice, flower of incorruption; rejoice, crown of chastity. Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Rejoice, you who flashes forth the Type of the resurrection; rejoice, you who shows clearly the life of the angels. Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Rejoice, plant of goodly fruit by which the faithful are nourished; rejoice, tree of leafy branches by which many are sheltered. Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾽ οὐ σκέπτοναι πολλοί.
Rejoice, you who bears the Guide of wanderers; rejoice, you who engenders the Redeemer of captives. Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Rejoice, pleader before the righteous Judge; rejoice, forgiveness for many transgressors. Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Rejoice, robe of boldness for the naked; rejoice, tenderness vanquishing all desire Χαῖρε, στολή τῶν γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Our minds are transported to heaven when we behold this strange birth-giving, so let us now be estranged from the world; it was for this that the most high God appeared on earth as mortal man, and that He might raise on high those who sing to Him: Alleluia. Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄντρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τους Αὐτῷ βοῶντας: Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 2 Β´
Present in all our completeness with those below, was the uncircumscribed Word, yet in no way absent from those above; for this was a divine descent and not a mere change of place; and His birth was from a virgin, and in her inspiration she heard words like these: Ὅλος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος; συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε; καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Rejoice, space for the uncontained God; rejoice, door of solemn mystery. Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Rejoice, doubtful rumor of the faithless; rejoice, undoubting boast of the faithful. Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Rejoice, all-holy chariot of Him Who rides upon the Cherubim; rejoice, all-glorious chair of Him Who sits upon the Seraphim. Χαῖρε, ὄχημα πανάγιον του ἐπί τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον του ἐπί τῶν Σεραφείμ.
Rejoice, you who makes things that differ to agree; rejoice, you who yokes together virginity and motherhood. Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Rejoice, you by whom transgression is annulled; rejoice, you by whom paradise is opened. Χαῖρε, δι᾽ ἧς ἐλύθη παράβασις· χαῖρε, δι᾽ ἧς ἠνοίχθη Παράδεισος.
Rejoice, key of the kingdom of Christ; rejoice, hope of eternal blessedness. Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Quite amazed by your great deed of Incarnation were the hosts of angels; for they saw the inaccessible God as Man accessible to all, dwelling among us and hearing from all: Alleluia. Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως; Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 3 Γ´
Rhetoric’s many followers were mute as fish when they saw you, Theotokos, for they dared not ask: How can you bear a Child, and yet remain a virgin? But we marvel at this mystery, and with faith cry: Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε; ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Rejoice, vessel of the wisdom of God; rejoice, treasury of His foreknowledge. Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Rejoice, you who shows philosophers fools; rejoice, you that proves logicians illogical. Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Rejoice, for the subtle disputants are confounded; rejoice, for the writers of myths are withered. Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Rejoice, you who did break the webs of the Athenians; rejoice, you who did fill the nets of the fishermen. Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Rejoice, you who draws us from the depths of ignorance; rejoice, you who enlightens many with knowledge. Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Rejoice, raft for those who desire to be saved; rejoice, haven for those who swim on the waves of the world. Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμήν του βίου πλωτήρων.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Salvation it was that the Architect of all desired to bring to the world, and for this, by His own will, He came; and though as God He is Shepherd, for us he appeared to us as a Man, and called the same by the same, still as God He hears: Alleluia. Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾽ ἡμᾶς ἐφάνη καθ᾽ ἡμᾶς ἄνθρωπος; ὁμοίω γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει; Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Fourth Stanza
Part 1
Στάσις Δ´
Α´
To virgins and to all who flee to you, virgin Theotokos, you are as a city wall; for the Maker of heaven and earth prepared you, pure maiden, and dwelt in your womb, and taught all to call upon you: Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοὶ προσφωνεῖν διδάξας·
Rejoice, pillar of virginity; rejoice, gate of salvation. Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Rejoice, beginning of rational restoration; rejoice, leader of divine righteousness. Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Rejoice, for you did regenerate our fallen race; rejoice, for you did remind those who were mindless. Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Rejoice, you who did bring to nothing the corruption of hearts; rejoice, you who did give birth to the Sower of chastity. Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Rejoice, bridal chamber of a virgin marriage; rejoice, you who joins the faithful to the Lord. Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίω ἁρμόζουσα.
Rejoice, fair nursing-mother of virgins; rejoice, bridal escort of holy souls. Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Unworthy is every hymn that would encompass the multitude of Your many mercies; for if we should offer to You hymns of praise numberless as the sands, O holy King, we would still have done nothing to compare to what You have given to us who sing to You: Alleluia. Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τὴ ψάμμω ὠδάς, ἂν προσφέρωμέν σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὢν δέδωκας ἡμῖν, τοὶς σοὶ βοῶσιν, Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 2 Β´
Verily we behold the holy virgin as a shining beacon light appearing to those in darkness: for she kindles the supernal Light and leads all to divine knowledge; she illumines our minds with radiance and is honored by these our chants: Φωτοδόχον λαμπάδα, τοὶς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.
Rejoice, ray of the living Sun; rejoice, flash of fadeless luster. Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Rejoice, lightning, shining upon our souls; rejoice, you, who as thunder, strikes down the enemy. Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὦς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Rejoice, for you did cause the many-starred Light to dawn; rejoice, for you did cause the ever-flowing River to gush forth. Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.
Rejoice, you who did from life trace the image of the font; rejoice, you who did take away the stain of sin. Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Rejoice, laver purifying conscience; rejoice, wine-bowl for the mingling of joy. Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Rejoice, sweet-scented fragrance of Christ; rejoice, life of mystic festival. Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
When He, Who forgives the ancient debts of all men, would grant grace, of His own will He came to dwell among Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾽ ἑαυτοῦ, πρὸς
those who had departed from His favor; and when He had rent asunder the handwriting against them, He hears from all: Alleluia. τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Part 3 Γ´
Yet while we sing to Him Whom you did bear, we all praise you, Theotokos, as a living temple; for the Lord, Who holds all things in His hand, dwelt in your womb, and He hallowed and glorified you, and taught all to cry to you: Ψάλλοντές σου τὸν τόκον, ἀνυμνούμέν σε πάντες, ὦς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τὴ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας.
Rejoice, tabernacle of God and of the Word; rejoice, holiest of holy saints. Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Rejoice, ark made golden by the Spirit; rejoice, inexhaustible treasury of life. Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῶ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Rejoice, precious diadem of godly kings; rejoice, venerable boast of faithful priests. Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν.
Rejoice, immovable tower of the Church; rejoice, impregnable bulwark of the kingdom. Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Rejoice, you through whom trophies are set up; rejoice, you through whom our enemies are cast down. Χαῖρε, δι᾽ ἦς ἐγείρονται τρόπαια· χαῖρε, δι᾽ ἦς ἐχθροὶ καταπίπτουσι.
Rejoice, healing of my flesh; rejoice, salvation of my soul. Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Rejoice, O bride unwedded. Χαῖρε, Νύμφη ἀνύμφευτε.
Zealously we praise you, mother, who did bear the most-holy Word of all the saints. Ὧ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον.
(Repeat) Zealously we praise you, mother, who did bear the most-holy Word of all the saints. (Πάλιν) Ὧ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον.
(And Again) Zealously we praise you, mother, who did bear the most-holy Word of all the saints. (Καὶ πάλιν) Ὧ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον.
And when you receive this our offering, deliver us all from every ill, and redeem from future woe those who cry to you: Alleluia. Δεξαμένη τὴν νὺν προσφοράν, ἀπὸ πάσης ῥύσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, Ἀλληλούϊα.
Alleluia. Ἀλληλούϊα.
Kontakion
Tone Plagal 4
Κοντάκιον
Ἦχος πλ. δ´
To you, the champion • Commander, I your city • inscribe victorious anthems of thanksgiving, • for deliverance from suff’rings, Theotokos. • Inasmuch as you • have power unassailable, • from all manner of dangers set me free, • that I cry out to you: • Rejoice bride unwedded! Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ᾽ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Megalynarion (below). Μεγαλυνάριον (κάτω).

Kanon of Preparation for Holy Communion Ὁ Κανῶν τῆς Θείας Μεταλήψεως
First Ode ᾨδὴ α´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
As Bread of eternal life, may Your holy Body be for me, compassionate Lord, and may Your precious Blood, be a remedy for diverse maladies. Ἄρτος ζωῆς αἰωνιζούσης γενέσθω μοι τὸ Σῶμά σου τὸ ἅγιον, εὔσπλαγχνε Κύριε, καὶ τὸ Τίμιον Αἷμα, καὶ νόσων πολυτρόπων ἀλεξητήριον.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Befouled by wicked deeds, wretch that I am, I am unworthy of Your immaculate Body and divine Blood, O Christ, but make me worthy of to partake of Them. Βεβηλωθεὶς ἔργοις ἀτόποις ὁ δείλαιος, τοῦ σοῦ ἀχράντου Σώματος καὶ Θείου Αἵματος ἀνάξιος ὑπάρχω, Χριστέ, τῆς μετουσίας, ἧς με ἀξίωσον.
Most holy Theotokos, save us. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Choice earth, bringing forth without cultivation the Ear of Corn and Savior of the universe, make me who eat of it worthy to be saved. Γῆ ἀγαθή, εὐλογημένη Θεόνυμφε, τὸν στάχυν ἡ βλαστήσασα τὸν ἀγεώργητον καὶ σωτήριον κόσμῳ, ἀξίωσόν με τοῦτον τρώγοντα σώζεσθαι.
Third Ode ᾨδὴ γ´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Draw from me teardrops, O Christ, to cleanse the defilement of my heart, that with a purified and good conscience, I may draw near with fear and faith, Master, into the communion of Your divine Gifts. Δακρύων μοι παράσχου, Χριστέ, ῥανίδας, τὸν ῥύπον τῆς καρδίας μου καθαιρούσας, ὡς ἂν εὐσυνειδότως κεκαθαρμένος, πίστει προσέρχωμαι καὶ φόβῳ, Δέσποτα, ἐν τῇ μεταλήψει τῶν θείων δώρων σου.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Eternal life and communion in the Holy Spirit, estrangement from passions and sorrows, and the remission of transgressions, may Your immaculate Body and divine Blood become, O You Who love mankind. Εἰς ἄφεσιν γενέσθω μοι τῶν πταισμάτων τὸ ἄχραντόν σου Σῶμα καὶ θεῖον Αἷμα, εἰς Πνεύματος Ἁγίου τε κοινωνίαν καὶ εἰς αἰώνιον ζωήν, Φιλάνθρωπε, καὶ παθῶν καὶ θλίψεων ἀλλοτρίωσιν.
Most holy Theotokos, save us. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
From heaven He descended for the sake of mercy, O all-holy one and table of the Bread of Life, and He gave new life to the world, now make even me worthy to taste of It with fear and to live. Ζωῆς τοῦ Ἄρτου τράπεζα, Παναγία, τοῦ ἄνωθεν δι᾿ ἔλεον καταβάντος, καὶ κόσμῳ καινοτέραν ζωὴν διδόντος, κἀμὲ ἀξίωσον νῦν τὸν ἀνάξιον, μετὰ φόβου γεύσασθαι τούτου καὶ ζήσεσθαι.
Fourth Ode ᾨδὴ δ´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Grant, I beseech You, most-merciful One, that my offenses may be blotted out, for You willed to be incarnate for us, and to be slain as a Sheep for sins. Ἠθέλησας δι᾿ ἡμᾶς σαρκωθείς, Πολυέλεε, τυθῆναι ὡς πρόβατον διὰ βροτῶν ἁμαρτήματα· ὅθεν ἱκετεύω σε καὶ τὰ ἐμὰ ἐξαλεῖψαι πλημμελήματα.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Heal the wounds of my soul, Lord, and sanctify and make Your miserable servant worthy, Master, that I may partake of Your divine mystical Supper. Θεράπευσον τῆς ψυχῆς μου τὰ τραύματα, Κύριε, καὶ ὅλον ἁγίασον καὶ καταξίωσον, Δέσποτα, ὅπως κοινωνήσω σου τοῦ μυστικοῦ Θείου Δείπνου ὁ ταλαίπωρος.
Most holy Theotokos, save us. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Intercede, Lady, that He Who came forth from within you may be gracious and preserve me, your supplicant, as blameless and free of stain, that receiving within me the noetic Pearl I may be sanctified. Ἱλέωσαι καὶ ἐμοὶ τὸν ἐκ σπλάγχνων σου, Δέσποινα, καὶ τήρει με ἄῤῥυπον τὸν σὸν ἱκέτην καὶ ἄμεμπτον, ὅπως εἰσδεχόμενος τὸν νοητὸν μαργαρίτην ἁγιάζωμαι.
Fifth Ode ᾨδὴ ε´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Keep me as You foretold, O Christ, and abide in me Your abject slave as You promised; for behold, I eat Your divine Body and I drink Your Blood. Καθὼς προέφης, Χριστέ, γενέσθω δὴ τῷ εὐτελεῖ δούλῳ σου· καὶ ἐν ἐμοὶ μεῖνον ὡς ὑπέσχου· ἰδοὺ γὰρ τὸ Σῶμα τρώγω σου τὸ θεῖον καὶ πίνω τὸ Αἷμὰ σου.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Let Your Body be a live coal, O Word of God, and God, enlightening me who am darkened, and let Your Blood be the absolution of my defiled soul. Λόγε Θεοῦ καὶ Θεέ, ὁ ἄνθραξ γένοιτο τοῦ σοῦ Σώματος εἰς φωτισμὸν τῷ ἐσκοτισμένῳ ἐμοί, καὶ καθαρισμὸν τῆς βεβηλωθείσης ψυχῆς μου τὸ Αἷμὰ σου.
Most holy Theotokos, save us. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Mary, Mother of God, revered tabernacle of the sweet Fragrance, through your prayers make me a chosen vessel, that I may partake of the holy Gifts of your Child. Μαρία μῆτερ Θεοῦ, τῆς εὐωδίας τὸ σεπτὸν σκήνωμα, ταῖς σαῖς εὐχαῖς σκεῦος ἐκλογῆς με ἀπέργασαι, ὅπως τῶν ἁγιασμάτων μετέχω τοῦ Τόκου σου.
Sixth Ode ᾨδὴ στ´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Nous, soul, and heart sanctify, Savior, and my body as well, and make me worthy without condemnation, Master, to approach the awesome Mysteries. Νοῦν, ψυχὴν καὶ καρδίαν ἁγίασον, Σῶτερ, καὶ τὸ σῶμά μου, καὶ καταξίωσον ἀκατακρίτως, Δέσποτα, τοῖς φρικτοῖς μυστηρίοις προσέρχεσθαι.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
O Christ, grant me estrangement from passions, as well as the indwelling of grace, and increased life and protection, through the partaking of Your holy Mysteries. Ξενωθείην παθῶν, καὶ τῆς χάριτος σχοίην τε προσθήκην ζωῆς καὶ ἀσφάλειαν, διὰ τῆς μεταλήψεως τῶν ἁγίων, Χριστέ, Μυστηρίων σου.
Most holy Theotokos, save us. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Purify all of me, as I now approach Your divine Mysteries, Divine Word of God, the Holy One, through the supplications of Your holy Mother. Ὁ Θεοῦ Θεὸς Λόγος ὁ Ἅγιος, ὅλον με ἁγίασον νῦν προσερχόμενον τοῖς θείοις Μυστηρίοις σου, τῆς ἁγίας Μητρός σου δεήσεσι.
Kontakion
Tone 2
Κοντάκιον
Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Do not prevent me from receiving, Christ, the Bread which is Your Body and Your divine Blood; do not let my participation in Your immaculate and awesome Mysteries, O Master, be to me, the wretched one, for judgment; but may they be for me unto eternal and immortal life. Τὸν Ἄρτον, Χριστέ, λαβεῖν μὴ ὑπερίδῃς με, τὸ Σῶμα τὸ σὸν καὶ τὸ θεῖον νῦν Αἷμά σου· τῶν ἀχράντων, Δέσποτα, καὶ φρικτῶν Μυστηρίων σου μετασχεῖν τῷ ἀθλίῳ, μὴ εἰς κρῖμά μοι γένοιτο· γένοιτο δέ μοι εἰς ζωὴν αἰώνιον καὶ ἀθάνατον.
Seventh Ode ᾨδὴ ζ´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Quelling of passions, light, life, increase in divine virtue, and an outpouring of charity, may the reception of Your immortal Mysteries cause in me, Christ the Fountain of Goodness, the only Good One, that I may glorify You. Πηγὴ ἀγαθῶν ἡ μετάληψις, Χριστέ, τῶν ἀθανάτων σου νῦν Μυστηρίων· γενηθήτω μοι φῶς καὶ ζωὴ καὶ ἀπάθεια, καὶ πρὸς ἀρετῆς θειοτέρας προκοπὴν καὶ ἐπίδοσιν πρόξενος, μόνε Ἀγαθέ, ὅπως δοξάζω σε.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Redeemed from passions, enemies, want, and every affliction, may I now draw near with trembling, love, and reverence to Your immortal and divine Mysteries, You Who love mankind, and chant unto You: the God of our fathers, blessed are You. Ῥυσθείην παθῶν καὶ ἐχθρῶν καὶ ἀναγκῶν καὶ πάσης θλίψεως, τρόμῳ καὶ πόθῳ προσιὼν τανῦν, μετ᾿ εὐλαβείας, Φιλάνθρωπε, σοῦ τοῖς ἀθανάτοις καὶ θείοις Μυστηρίοις καὶ ψάλλων σοι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Most holy Theotokos, save us. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Savior Christ, ineffably born of her who is filled with God's grace, I your servant now beseech that through the intercessions of the pure one, I the impure one may be cleansed from all defilement of flesh and spirit as I approach the immaculate Mysteries. Σωτῆρα Χριστὸν ἡ τεκοῦσα ὑπὲρ νοῦν, Θεοχαρίτωτε, ἐκδυσωπῶ σε νῦν ὁ δοῦλός σου, τὴν καθαρὰν ὁ ἀκάθαρτος· μέλλοντά με νῦν τοῖς ἀχράντοις Μυστηρίοις προσέρχεσθαι, κάθαρον ὅλον μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Eighth Ode ᾨδὴ η´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
To me, the despairing one, grant that I may now become a communicant of Your heavenly, awesome, and holy Mysteries, O Christ, and of Your divine and mystical Supper, O God my Savior. Τῶν οὐρανίων καὶ φρικτῶν καὶ ἁγίων σου, Χριστέ, νῦν Μυστηρίων, καὶ τοῦ Θείου σου Δείπνου καὶ μυστικοῦ κοινωνὸν γενέσθαι κἀμὲ καταξίωσον, τὸν ἀπεγνωσμένον, ὁ Θεὸς ὁ Σωτήρ μου.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Under Your compassion I flee for refuge, O good One, and I cry to You with fear: abide in me, O Savior, and I in You, as You said; for behold, trusting in Your mercy, I eat Your Body and drink Your Blood. Ὑπὸ τὴν σὴν καταφυγὼν εὐσπλαγχνίαν, Ἀγαθέ, κράζω σοι φόβῳ· Ἐν ἐμοὶ μεῖνον, Σῶτερ, κἀγώ, ὡς ἔφης ἐν σοί· ἰδοὺ γάρ, θαῤῥῶν τῷ ἐλέει σου, τρώγω σου τὸ Σῶμα καὶ πίνω σου τὸ Αἷμα.
Most holy Theotokos, save us. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Verily I tremble as I receive the Fire, lest I be burned as wax and as grass. O awesome mystery! O divine compassion! How is it that I who am but clay partake of the divine Body and Blood and am made incorruptible? Φρίττω δεχόμενος τὸ πῦρ, μὴ φλεχθῶ ὡσεὶ κηρὸς καὶ ὡσεὶ χόρτος. Ὤ φρικτοῦ Μυστηρίου! Ὤ εὐσπλαγχνίας Θεοῦ! Πῶς θείου Σώματος καὶ Αἵματος ὁ πηλὸς μετέχω καὶ ἀφθαρτοποιοῦμαι;
Ninth Ode ᾨδὴ θ´
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
We confess that the Lord is good: taste and see; for of old He became like us for our sake, and He offered Himself once as an offering to His Father, and He is ever slain, sanctifying those who partake of Him. Χρηστός ἐστι, γεύσασθε καὶ ἴδετε, ὁ Κύριος· δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς γὰρ πάλαι γενόμενος, ἅπαξ ἑαυτόν τε προσάξας, ὡς προσφορὰν Πατρὶ τῷ ἰδίῳ ἀεὶ σφαγιάζεται, ἁγιάζων τοὺς μετέχοντας.
Glory to You, O God, Glory to You. Δόξα σοι, ὁ Θεὸς, δόξα σοι.
Your dwelling-place may I become, O Master; may I be sanctified in body and soul, may I be enlightened, may I be saved: by the communion of the sacred Mysteries, having You, O most merciful Benefactor, abiding in me with the Father and the Spirit. Ψυχὴν σὺν τῷ σώματι ἁγιασθείην, Δέσποτα, φωτισθείην, σωθείην, γενοίμην οἶκός σου τῇ τῶν Μυστηρίων μεθέξει τῶν ἱερῶν, ἔνοικόν σε ἔχων σὺν Πατρὶ καὶ Πνεύματι, εὐεργέτα Πολυέλεε.
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Zealously I beseech You, my Savior: may Your most-precious Body and Blood be as fire and light, burning up the deadness of sin and the thorns of passions, and enlightening all of me to worship Your Divinity. Ὡς πῦρ γενηθήτω μοι καὶ ὡσεὶ φῶς τὸ Σῶμά σου καὶ τὸ Αἷμα, Σωτήρ μου, τὸ τιμιώτατον, φλέγον ἁμαρτίας τὴν ὕλην, καὶ ἐμπιπρῶν παθῶν τὰς ἀκάνθας καὶ ὅλον φωτίζον με προσκυνεῖν σου τὴν Θεότητα.
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
God is incarnate of your pure blood; wherefore every generation hymns you, O Lady; the multitudes of noetic beings glorify you, for through you we have clearly beheld the Master of all, Who assumed the nature of man. Θεὸς σεσωμάτωται, ἐκ τῶν ἁγνῶν αἱμάτων σου· ὅθεν πᾶσα ὑμνεῖ σε γενεά, Δέσποινα· νόων τε τὰ πλήθη δοξάζει, ὡς διὰ σοῦ σαφῶς κατιδόντα τὸν πάντων δεσπόζοντα, οὐσιωθέντα τὸ ἀνθρώπινον.
Megalynarion (below). Μεγαλυνάριον (κάτω).
Megalynarion Μεγαλυνάριον
It is truly proper to bless you, the Theotokos, ever-blessed and blameless, and the Mother of our God. More honorable than the Cherubim, and more glorious beyond compare than the Seraphim; without defilement you gave birth to God the Word, true Theotokos, we magnify you. Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Trisagion Τρισάγιον
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (γ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Kontakion(a) or Ypakoë
From the Orologion
Κοντάκιον(α) ἢ Ὑπακοή
Ἐκ τοῦ Ὀρολογίου
The Reader reads the Kontakion from the Orologion; on Sunday afternoon, however, the Ypakoë. Ὁ Ἀναγνώστης τὸ Κοντάκιον· ἐν Κυριακαῖς, ὁ Οἰκος. Ἐν τῇ Κυριακῇ, ἡ Ὑπακοή.
Prayer Εὐχή
Lord, have mercy. (40) Κύριε ἐλέησον. (μ´)
You Who at all times and at every hour are worshipped and glorified both in heaven and on earth, Christ God; Who are long suffering and generous in mercy and compassion; Who love the just and show mercy to those hardened in sin; Who call all people to salvation through the promise of good things to come: receive, Lord, our supplications at this time, and direct our lives according to Your commandments. Sanctify our souls; purify our bodies; set our minds aright; cleanse our thoughts; and deliver us from all calamity, wrath and distress. Surround us with Your holy Angels, so that guided and guarded by them we may attain the unity of the faith, and the comprehension of Your ineffable glory; for You are blessed to the ages of ages. Amen. Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
More honorable than the Cherubim, and more glorious beyond compare than the Seraphim; without defilement you gave birth to God the Word, truly the Theotokos, we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
In the name of the Lord, father, bless. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Priest: May God be gracious to us and bless us and make His face to shine upon us, and be merciful unto us. Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Amen. Lord, have mercy. (12) Ἁμήν. Κύριε ἐλέησον. (ιβ´)
And save us, all-holy Theotokos. Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Prayer to the Theotokos
by Monk Paul of Evergetis Monastery
Εὐχὴ εἰς τῆν Θεοτόκον
Παύλου Μοναχοῦ, Μονῆς τῆς Εὐεργέτιδος
Spotless, undefiled, incorruptible, most-chaste, pure Virgin, Bride of God, Lady, who unites God the Word to man by your wondrous conception, and who joins the fallen nature of our race to heavenly things; the only hope of the hopeless, and the help of the persecuted; the ready help of those who flee to you, and the refuge of all Christians: do not reject me the sinner, the accursed one, who have rendered myself altogether useless by my shameful thoughts, words, and deeds, and who through indolence have become a slave to the pleasures of this life. But as Mother of the God Who loves mankind, show your love for me the sinner and the prodigal, and receive from me the prayers offered to you by unhallowed lips. Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον· ἀλλ᾽ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ᾽ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν
And, using your boldness as a Mother, entreat your Son, and our Lord and Master, to extend His goodness to me in His wondrous love for mankind, and, overlooking my numberless transgressions, turn me to repentance, showing me to be a zealous doer of His commandments. Καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με.
And be ever near me as merciful, and compassionate, and gentle; in this present life an ardent protection and help, defending me from assaults of adversaries, and leading me to salvation; and in the hour of my departure, encompass my struggling soul, and drive the dark visions of evil spirits far from it; in the fearsome day of judgment, deliver me from eternal punishment, and present me as an inheritor of the ineffable glory of your Son and our God. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα.
May this be my lot, my Lady, most-holy Theotokos, through your mediation and help; by the grace and love for mankind of your only-begotten Son, the Lord and God, and our Savior Jesus Christ. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς ΣουΥἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
To Whom belongs all glory, honor, and worship, with His eternal Father, and His All-Holy, and good, and life-creating Spirit, now and ever, and to the ages of ages. Amen. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Prayer to Our Lord Jesus Christ
by Monk Antiochos of Pandektes Monastery
Εὐχὴ εἰς τὸν Ἰησοῦν Χριστὸν
Ἀντιόχου Μοναχοῦ τοῦ Πανδέκτου
And grant to us, Master, as we depart for sleep, rest for our body and soul; and protect us from the murky sleep of sin, and from all dark and nocturnal passions. Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας.
Calm the impulses of passion, and quench the fiery darts of the evil one, which are treacherously cast against us; check the turbulence of our flesh, and put to rest all our earthy and mundane thoughts. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ᾽ ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον.
And grant to us, O God, a watchful mind, prudent reasoning, a vigilant heart, tranquil sleep, and release from all satanic fantasies. Raise us up at the hour of prayer, strengthened in Your commandments, and holding the remembrance of Your judgments unshaken within us. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας.
Grant to us Your benediction through the night, that we may praise, and bless, and glorify Your all-honored and most-sublime Name, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Then: Εἶτα·
Most-glorious, ever-virgin, blessed Theotokos, present our prayer to your Son and our God, and plead with Him, that through you He may save our souls. Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.
My hope is the Father, my refuge is the Son, my protection is the Holy Spirit. Holy Trinity, glory to You. Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
All my hope I place in you, Mother of God: guard me under your protection. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Troparion Τροπάριον
In you rejoices, O full of grace, all creation, the hierarchy of Angels, and the race of mankind; sanctified temple and intellectual paradise, the boast of virgins, from whom God was incarnate, and became a Child, Who was the pre-eternal God. For He made your womb His throne, and shaped your womb to be more spacious than the heavens. In you rejoices, O full of grace, all creation: glory to you. Eπi σoὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.
Prayer to the Guardian Angel Εὐχὴ εἰς τὸν Φύλακα Ἄγγελον
Holy angel, assigned to accompany my wretched soul and lowly life, do not forsake me nor depart from me because of my extravagance and wickedness. Do not let Satan enter and rule my mortal body with his might, but rather take my wretched and feeble hand to lead me along the path of salvation. Holy guardian angel of God, protector of my wretched soul and body, forgive me for everything by which I have saddened you all the days of my life. Though I have sinned this day be my shelter during the coming night. Keep me from the schemes of the obstinate that I may not anger God with any sin. Intercede with the Lord on my behalf, that He might confirm me in his fear and reveal me as a worthy servant of His goodness. Amen. Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Then: Εἶτα·
Theotokos Virgin, rejoice Mary full of grace, the Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb. For you have brought forth the Savior of our souls. (3) Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. (γ´)
Dismissal Ἀπόλυσις
Priest: Glory to You, O God, Glory to You.
.
Ἱερεύς· Δόξα σοὶ ὁ Θεός, δόξα Σοί.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Holy father, bless. Πάτερ ἅγιε, εὐλόγησον.
Priest: May Christ our true God, through the intercessions of His all-pure and all-blameless holy Mother; of the holy, glorious, and all-praiseworthy Apostles; of our venerable and God-bearing fathers; of (the patron saint); of (the saints of the day) whom we commemorate; and of all the saints: have mercy on us and save us, for He is good and loves mankind.
Ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ)· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Petitions Συναπτή
Priest: Let us pray for peace in the world.
Ἱερεύς· Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For pious and Orthodox Christians.
Ἱερεύς· Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For our Archbishop, (name), and for all our brotherhood in Christ.
Ἱερεύς· Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For our pious and divinely-protected rulers.
Ἱερεύς· Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For victory and protection of the Christ loving soldiers.
Ἱερεύς· Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For our fathers and brothers who are away from us.
Ἱερεύς· Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who hate us and those who love us.
Ἱερεύς· Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who serve us and are merciful to us.
Ἱερεύς· Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who have asked us, unworthy though we be, to pray for them.
Ἱερεύς· Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For the release of captives.
Ἱερεύς· Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who travel by sea, land, and air.
Ἱερεύς· Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who are bedridden with infirmities.
Ἱερεύς· Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: Let us also pray for an abundance of the fruits of the earth.
Ἱερεύς· Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For all our fathers and brothers who have gone to their rest before us, and the Orthodox here and everywhere who piously lie asleep.
Ἱερεύς· Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
May their memory be eternal. Αἰωνία ἡ μνήμη αὐτών.
Priest: Let us also pray for ourselves,...
Ἱερεύς· Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ...
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Troparion
Tone 3
Τροπάριον
Ἦχος γ´
Gabriel stood amazed • at the beauty of your virginity, • and at the splendor • of your purity, • and he cried to you, Theotokos: • what praise is worthy • for me to bring to you? • What shall I call you? • I hesitate, and marvel. • Wherefore as commanded I cry to you: • Rejoice, • you that are full of grace! Τὴν ὡραιότητα • τῆς Παρθενίας σου, • καὶ τὸ ὑπέρλαμπρον • τὸ τῆς ἁγνείας σου, • ὁ Γαβριὴλ καταπλαγείς, • ἐβόα σοι Θεοτόκε· • Ποῖόν σοι ἐγκώμιον, • προσαγάγω ἐπάξιον, • τὶ δὲ ὀνομάσω σε; • ἀπορῶ καὶ ἐξίσταμαι. • Διὸ ὡς προσετάγην βοῶ σοι· • Χαῖρε, • ἡ Κεχαριτωμένη.
* Through the prayers of our holy fathers, Lord Jesus Christ our God have mercy on us and save us. * Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Amen. Ἁμήν.
* From Pascha until its Apodosis instead of “Through the prayers of our holy fathers...:” * Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...»·
Priest: Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life.
Ἱερεύς· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῶ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Truly the Lord is risen. Ἀληθῶς ἀνέστη ὁ Κύριος.
Email: fr.luke@denver.goarch.org
© 2003-2016, Saint Nicholas Greek Orthodox Church
Contact Information