Saint Nicholas Greek Orthodox Church
Grand Junction, Colorado

Ecumenical Patriarchate of Constantinople (AD 73)
Greek Orthodox Archdiocese of America (AD 1922)
Greek Orthodox Metropolis of Denver (AD 1979)

METROPOLIS OF DENVER
Home Page
Return to
Liturgical Texts
Page
Download
Ninth Hour
in .docx format
Download
Ninth Hour
in .pdf format

The Service of the Ninth Hour

SERVICE OF THE NINTH HOUR ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ´ ΩΡΑΣ
Priest: Blessed is our God, always, now, and ever, and to the ages of ages.
Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Priest: * Glory to You, O God, glory to You.
Ἱερεύς· * Δόξα σοι, ὁ Θεός, δόξα σοι.
Heavenly King, Comforter, the Spirit of truth, present everywhere and filling all things, Treasury of good things and Giver of life: come and dwell in us, cleanse us of every impurity; and save our souls, O good One. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
* From the Sunday of Pascha through the Sunday of Pentecost, “Glory to You, O God...” and “Heavenly King...” is not said. * Ἀπο τῆς Κυριακῆς τοῦ Πάσχα, μἐχρι τῆς Κυριακῆς τῆς Πεντηκοστῆς, παραλείπεται τὸ «Δόξα σοι...» καὶ τὸ «Βασιλεῦ Οὐράνιε...».
Trisagion Τρισάγιον
** Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) ** Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (γ´)
** From Pascha until its Apodosis instead of “Holy God...,” we chant: “Christ is risen from the dead...,” (thrice, once from the Holy of Holies, and twice by the choir. ** Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Ἅγιος ὁ Θεός...», τὸ «Χριστὸς ἀνέστη ἐκ νεκρῶν...,» τρὶς, ἅπαξ ἐκ τοῦ Ἱεροῦ Βήματος, καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Lord, have mercy. (12) Ἁμήν. Κύριε ἐλέησον. (ιβ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Come, let us worship and fall down before God, our King. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come let us worship and fall down before Christ, our King and God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come, let us worship and fall down before Christ Himself, the King and our God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Psalm 83 Ψαλμὸς ΠΓ´
How beloved are Your dwellings, Lord of hosts; my soul longs and faints for the courts of the Lord. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.
My heart and my flesh have rejoiced in the living God. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.
For the sparrow has found herself a house, and the turtledove a nest for herself where she may lay her young, even Your altars, Lord of hosts, my King and my God. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῶ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.
Blessed are those who dwell in Your house; they shall praise You to the ages of ages. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.
Blessed is the man whose help is from You; he has made ascents in his heart, in the valley of weeping, in the place which he has appointed. Μακάριος ἀνὴρ ᾦ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· Κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο.
Yes, for the lawgiver will give blessings; they shall go from strength to strength, the God of gods shall be seen in Sion. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν.
Lord God of hosts, hear my prayer; give ear, O God of Jacob. Κύριε ὁ Θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ Θεὸς Ἰακὼβ.
O God our Defender, behold, and look on the face of Your anointed one. Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.
For one day in Your courts is better than thousands elsewhere. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας.
I have chosen to be an outcast in the house of my God rather than to dwell in the tents of sinners. Ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν.
For the Lord God loves mercy and truth, the Lord will give grace and glory; He will not withhold good things from those who walk in innocence. Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος, οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.
Lord of hosts, blessed is the man that hopes in You. Κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σὲ.
Psalm 84 Ψαλμὸς ΠΔ´
You have been gracious to Your land, Lord; You have turned back the captivity of Jacob. Εὐδόκησας Κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ.
You have forgiven the iniquities of Your people, You have covered all their sins. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
You have ceased all Your wrath, You have turned back from the wrath of Your anger. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
Turn us back, O God of our salvation, and turn away Your anger from us. Ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾽ ἡμῶν.
Will You be wrathful with us to the ages? Or will You draw out Your wrath from generation to generation? Μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεὰν;
O God, You will turn and quicken us, and Your people shall be glad in You. Ὁ Θεὸς σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοὶ.
Show us Your mercy Lord, and give us Your salvation. Δεῖξον ἡμῖν Κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
I will hear what the Lord God will speak in me; for He will speak peace to His people, and to His saints and to those who turn their heart to Him. Ἀκούσομαι τὶ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν.
Surely His salvation is near to those who fear Him, so that glory may dwell in our land. Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Mercy and truth have come together, righteousness and peace have embraced one other. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.
Truth has sprung up out of the earth, and righteousness has looked down from heaven. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.
For the Lord will certainly manifest goodness, and our land shall yield her fruit. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
Righteousness shall go before Him and shall set His footsteps in the way. Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
Psalm 85 Ψαλμὸς ΠΕ´
Bow down Your ear, Lord, and hear me, for I am poor and needy. Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ.
Preserve my soul, for I am righteous; save Your servant who hopes in You, O my God. Φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ.
Have mercy on me, Lord, for I will cry to You all the day long; cause the soul of Your servant to rejoice, for I have lifted up my soul to You. Ἐλέησόν με Κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου.
For You, Lord, are good and gentle, and plenteous in mercy to all those who call on You. Ὅτι σὺ Κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
Give ear, Lord, to my prayer, and attend to the voice of my supplication. Ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
In the day of my affliction I have cried to You, for You have heard me. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ ὅτι εἰσήκουσάς μου.
There is none like You among the gods, Lord, nor are there any works like Your works. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
All the nations You have created shall come and shall worship before You, Lord, and they shall glorify Your name. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε καὶ δοξάσουσι τὸ ὄνομά σου.
For You are great and You work wonders; You alone are God. Ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος ὁ μέγας.
Guide me, Lord, in Your way, and I will walk in Your truth; let my heart rejoice so that I may fear Your name. Ὁδήγησόν με Κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
I will confess You, Lord my God, with all my heart, and I will glorify Your name to the ages. Ἐξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.
For Your mercy is great upon me, and You have delivered my soul from the depths of Hades. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
O God, transgressors have risen up against me, and the assembly of the mighty has sought after my soul, and they have not set You before them. Ὁ Θεὸς παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
But You, Lord God, are compassionate and merciful, long suffering and plenteous in mercy, and true. Καὶ σὺ Κύριε ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς.
Look upon me, and have mercy upon me; give Your strength to Your child, and save the son of Your handmaiden. Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Work in me a sign for good, and let those who hate me behold and be put to shame; for You, Lord, have helped me and have comforted me. Ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Troparion(a)
From the Orologion
Τροπάρια(α)
Ἐκ τοῦ Ὀρολογίου
Note: If there is more than one Apolitikion, read the first one(s) before “Glory...”
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
The Reader reads the Apolitikion(a). Ὁ Ἀναγνώστης τὸ Ἀπολυτίκιον(α).
Theotokion Θεοτοκίον
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
You were born of a Virgin and endured crucifixion, good One; You crushed death by Your death and, being God, You brought forth the resurrection; do not turn away from those whom You have created with Your own hands, show them Your merciful love for mankind, accept as an intercessor the Virgin Theotokos who gave You birth, and save, our Savior, a desperate people. Ὁ δι᾽ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Psalm Verses Στίχοι
Do not deliver us up utterly, for Your holy name’s sake, neither disannul Your covenant, nor cause Your mercy to depart from us, for Abraham’s sake, Your beloved, and for Isaac’s sake, Your servant, and for Israel’s sake, Your holy one. Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.
Trisagion Τρισάγιον
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (γ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Kontakion(a) or Ypakoë
From the Orologion
Κοντάκιον(α) ἢ Ὑπακοή
Ἐκ τοῦ Ὀρολογίου
The Reader reads the Kontakion from the Orologion; on Sunday afternoon, however, the Ypakoë. Ὁ Ἀναγνώστης τὸ Κοντάκιον· ἐν Κυριακαῖς, ὁ Οἰκος. Ἐν τῇ Κυριακῇ, ἡ Ὑπακοή.
Lord, have mercy. (40) Κύριε ἐλέησον. (μ´)
You Who at all times and at every hour are worshipped and glorified both in heaven and on earth, Christ God; Who are long suffering and generous in mercy and compassion; Who love the just and show mercy to those hardened in sin; Who call all people to salvation through the promise of good things to come: receive, Lord, our supplications at this time, and direct our lives according to Your commandments. Sanctify our souls; purify our bodies; set our minds aright; cleanse our thoughts; and deliver us from all calamity, wrath and distress. Surround us with Your holy Angels, so that guided and guarded by them we may attain the unity of the faith, and the comprehension of Your ineffable glory; for You are blessed to the ages of ages. Amen. Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
More honorable than the Cherubim, and incomparably more glorious than the Seraphim, the one who incorruptibly gave birth to God the Word, truly the Theotokos, we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
In the name of the Lord, father, bless. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πἀτερ.
Priest: May God be gracious to us, and bless us, and make His face to shine upon us, and be merciful unto us.
Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Amen. Master, Lord Jesus Christ, our God, Who are long-suffering in the face of our transgressions, and Who has brought us even to this present hour, wherein You hung upon the life-giving tree, and did make a way into paradise for the wise thief, and by death did destroy death: be gracious to us sinners and Your unworthy servants; for we have sinned and committed iniquity, and are not worthy to lift up our eyes and behold the height of heaven, for we have abandoned the way of Your righteousness, and have walked in the desires of our hearts. But we beseech Your boundless goodness: spare us, Lord, according to the multitude of Your mercy and save us for Your holy name’s sake; for our days are consumed in vanity. Rescue us from the hand of the adversary, and forgive us our sins, and mortify our carnal mind; that, putting aside the old man, we may be clad with the new, and live for You, our Master and Benefactor; and that thus by following in Your commandments, we may attain to rest everlasting, wherein is the dwelling place of all those who rejoice. For You are indeed the true joy and gladness of those who love You, Christ our God, and to You we offer up glory, with Your beginingless Father, and Your most-holy and good and life-creating Spirit, now and ever, and to the ages of ages. Amen. Ἁμήν. Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾖ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἄραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναμπέπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Dismissal Ἀπόλυσις
Priest: Glory to You, O God, glory to You.
.
Ἱερεύς· Δόξα σοὶ ὁ Θεός, δόξα Σοί.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Holy father, bless. Πάτερ ἅγιε, εὐλόγησον.
Priest: May Christ our true God, through the intercessions of His all-pure and all-blameless holy Mother; of the holy, glorious, and all-praiseworthy Apostles; of our venerable and God-bearing fathers; of (the patron saint); of (the saints of the day) whom we commemorate; and of all the saints: have mercy on us and save us, for He is good and loves mankind.
Ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ)· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
* Through the prayers of our holy fathers, Lord Jesus Christ our God have mercy on us and save us. * Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Amen. Ἁμήν.
* From Pascha until its Apodosis instead of “Through the prayers of our holy fathers...:” * Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...»·
Priest: Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life.
Ἱερεύς· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῶ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Truly the Lord is risen. Ἀληθῶς ἀνέστη ὁ Κύριος.
Email: fr.luke@denver.goarch.org
© 2003-2016, Saint Nicholas Greek Orthodox Church
Contact Information