Saint Nicholas Greek Orthodox Church
Grand Junction, Colorado

Ecumenical Patriarchate of Constantinople (AD 73)
Greek Orthodox Archdiocese of America (AD 1922)
Greek Orthodox Metropolis of Denver (AD 1979)

METROPOLIS OF DENVER
Home Page
Return to
Liturgical Texts
Page

Download
Agrypnia

in .docx format
Download
Agrypnia

in .pdf format

The Agrypnia, or All-Night Vigil

SMALL COMPLINE ΑΠΟΔΕΙΠΝΟ ΜΙΚΡΟ
Priest: Blessed is our God, always, now, and ever, and to the ages of ages.
Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Priest: * Glory to You, O God, Glory to You.
Ἱερεύς· * Δόξα σοι, ὁ Θεός, δόξα σοι.
Heavenly King, Comforter, the Spirit of truth, present everywhere and filling all things, Treasury of good things and Giver of life: come and dwell in us, cleanse us of every impurity; and save our souls, O good One. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
* From the Sunday of Pascha through the Sunday of Pentecost, “Glory to You, O God...” and “Heavenly King...” is not said. * Ἀπο τῆς Κυριακῆς τοῦ Πάσχα, μἐχρι τῆς Κυριακῆς τῆς Πεντηκοστῆς, παραλείπεται τὸ «Δόξα σοι...» καὶ τὸ «Βασιλεῦ Οὐράνιε...».
Trisagion Τρισάγιον
** Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) ** Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (γ´)
** From Pascha until its Apodosis instead of “Holy God...,” we chant: “Christ is risen from the dead...,” (thrice, once from the Holy of Holies, and twice by the choir. ** Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Ἅγιος ὁ Θεός...», τὸ «Χριστὸς ἀνέστη ἐκ νεκρῶν...,» τρὶς, ἅπαξ ἐκ τοῦ Ἱεροῦ Βήματος, καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Lord, have mercy. (12) Ἁμήν. Κύριε ἐλέησον. (ιβ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Come, let us worship and fall down before God, our King. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come let us worship and fall down before Christ, our King and God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come, let us worship and fall down before Christ Himself, the King and our God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Psalm 50 Ψαλμὸς Ν´
Have mercy on me, O God, according to Your great mercy, and according to the multitude of Your compassions blot out my transgression. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Wash me thoroughly from my iniquity, and cleanse me from my sin. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
For I know my iniquity, and my sin is ever before me. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς.
Against You only have I sinned, and have done evil in Your sight, that You may be justified in Your words, and be victorious when You are judged. Σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
For behold, I was conceived in iniquities, and in sins did my mother bear me. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
For behold, You have loved the truth; the hidden and secret things of Your wisdom You have made manifest to me. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Sprinkle me with hyssop, and I shall be clean; wash me, and I shall be made whiter than snow. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Make me to hear joy and gladness; the bones that are humbled shall rejoice. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Turn Your face away from my sins, and blot out all my iniquities. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Create in me a clean heart, O God, and renew a right spirit within me. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.
Restore the joy of Your salvation to me, and establish me with Your governing Spirit. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
I shall teach transgressors Your ways, and the impious shall turn back to You. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Deliver me from bloodguilt, O God, the God of my salvation; my tongue shall rejoice in Your righteousness. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Lord, You shall open my lips, and my mouth shall declare Your praise. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
For if You had desired sacrifice, I would have given it; with whole-burnt offerings You shall not be pleased. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
A sacrifice to God is a broken spirit; a heart that is broken and humbled God will not reject. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Do good, Lord, in Your good pleasure to Sion, and let the walls of Jerusalem be built. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ.
Then You shall be pleased with a sacrifice of righteousness, with oblation and whole-burnt offerings. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Then they shall offer young bulls upon Your altar. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Psalm 69 Ψαλμὸς ΞΘ´
O God, be attentive to helping me; Lord, make haste to help me. Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
Let those that seek after my soul be shamed and confounded. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
Let those that desire evils against me be turned back and brought to shame. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.
Let those who say to me: “Well done! Well done!” be turned back straight-away in shame. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε.
Let all those who seek after You, O God, be glad and rejoice in You, and let those who love Your salvation say continually: The Lord be magnified. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
But as for me, I am poor and needy; O God, come to my aid. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι.
You are my Helper and my Deliverer; Lord, do not delay. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
Psalm 142 Ψαλμὸς ΡΜΒ´
Lord, hear my prayer, in Your truth give ear to my supplications, hear me in Your righteousness. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
And do not enter into judgment with Your servant, for in Your sight no living thing shall be justified. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
For the enemy has persecuted my soul; he has humbled my life down to the earth. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
He has sat me in darkness as those who have been dead to the ages; and my spirit within me despairs, my heart within me is troubled. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
I remembered days of old, I meditated on all Your works, I pondered on the works of Your hands. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
I stretched forth my hands to You; my soul thirsts after You like a dry land. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
Quickly hear me, Lord, my spirit has fainted away. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Do not turn Your face from me, lest I become like those who go down into the pit. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
Make me hear Your mercy in the morning; for I hope in You. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοι ἤλπισα.
Cause me to know, Lord, the way in which I should walk, for I have lifted up my soul to You. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.
Rescue me from my enemies, Lord, I have fled to You for refuge. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον
Teach me to do Your will, for You are my God. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Your good Spirit shall lead me in the land of uprightness; You shall quicken me for Your name’s sake, Lord. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
In Your righteousness, You shall bring my soul out of affliction, and in Your mercy You shall utterly destroy my enemies, and You shall cut off all those who afflict my soul: for I am Your servant. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Small Doxology Δοξολογία Μικρὰ
Glory to God in the highest, and on earth peace, good will to men. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
We praise You, we bless You, we worship You, we glorify You, we give thanks to You for Your great glory. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Lord King, heavenly God, Father almighty; Lord, the only-begotten Son, Jesus Christ; and Holy Spirit. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Lord God, Lamb of God, Son of the Father Who takes away the sin of the world: have mercy on us, You Who take away the sins of the world. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Receive our prayer, You Who sit at the right hand of the Father, and have mercy on us. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
For You only are holy; You only are the Lord, Jesus Christ, to the glory of God the Father. Amen. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Each day I will bless You and praise Your name to the ages of ages. Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Lord, You have been our refuge from generation to generation. I have said: “Lord have mercy upon me; heal my soul, for I have sinned against You.” Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Lord, I have taken refuge in You; teach me to do Your will for You are my God. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
For in You is the fountain of life, in Your light we shall see light. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Continue Your mercy to those who know You. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Make us worthy, Lord, to be protected from sin this day. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Blessed are You, Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Lord, let Your mercy be upon us, as we have placed our hope in You. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Blessed are You, Lord: teach me Your commandments. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Blessed are You, Master: make me understand Your commandments. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Blessed are You, Holy One: enlighten me with Your commandments. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Lord, Your mercy is to the ages; do not disdain the works of Your hands. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
To You is due praise, to You is due song, to You glory is due, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Symbol of the Faith Σύμβολον τῆς Πίστεως
I believe in one God, the Father, the Almighty, Creator of heaven and earth, and of all things visible and invisible; Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων·
And in one Lord, Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father, through Whom all things were made; Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο·
Who for us men and for our salvation came down from the heavens and was incarnate by the Holy Spirit and the Virgin Mary, and became man; Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα·
Crucified for us under Pontius Pilate, He suffered and was buried; Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα·
Rising on the third day according to the Scriptures; Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς·
And ascending into the heavens, He is seated at the right hand of the Father; Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός·
And coming again in glory to judge the living and the dead, His Kingdom shall have no end; Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος·
And in the Holy Spirit, the Lord, the Giver of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshipped and glorified, Who spoke through the prophets; Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν προφητῶν·
In one, holy, catholic, and apostolic Church; Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν·
I acknowledge one baptism for the remission of sins; Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν·
I expect the resurrection of the dead; Προσδοκῶ ἀνάστασιν νεκρῶν·
And the life of the age to come. Amen. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Megalynarion Μεγαλυνάριον
It is truly proper to bless you, the Theotokos, ever-blessed and blameless, and the Mother of our God. More honorable than the Cherubim, and more glorious beyond compare than the Seraphim; without defilement you gave birth to God the Word, true Theotokos, we magnify you. Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Trisagion Τρισάγιον
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (γ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Kontakion(a) or Ypakoë
From the Orologion
Κοντάκιον(α) ἢ Ὑπακοή
Ἐκ τοῦ Ὀρολογίου
The Reader reads the Kontakion of the Feast. Ὁ Ἀναγνώστης τὸ Κοντάκιον τῆς Ἑορτῆς.
Prayer Εὐχή
Lord, have mercy. (40) Κύριε ἐλέησον. (μ´)
You Who at all times and at every hour are worshipped and glorified both in heaven and on earth, Christ God; Who are long suffering and generous in mercy and compassion; Who love the just and show mercy to those hardened in sin; Who call all people to salvation through the promise of good things to come: receive, Lord, our supplications at this time, and direct our lives according to Your commandments. Sanctify our souls; purify our bodies; set our minds aright; cleanse our thoughts; and deliver us from all calamity, wrath and distress. Surround us with Your holy Angels, so that guided and guarded by them we may attain the unity of the faith, and the comprehension of Your ineffable glory; for You are blessed to the ages of ages. Amen. Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
More honorable than the Cherubim, and more glorious beyond compare than the Seraphim; without defilement you gave birth to God the Word, truly the Theotokos, we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
In the name of the Lord, father, bless. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Priest: May God be gracious to us and bless us and make His face to shine upon us, and be merciful unto us. Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Amen. Lord, have mercy. (12) Ἁμήν. Κύριε ἐλέησον. (ιβ´)
And save us, all-holy Theotokos. Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Prayer to the Theotokos
by Monk Paul of Evergetis Monastery
Εὐχὴ εἰς τῆν Θεοτόκον
Παύλου Μοναχοῦ, Μονῆς τῆς Εὐεργέτιδος
Spotless, undefiled, incorruptible, most-chaste, pure Virgin, Bride of God, Lady, who unites God the Word to man by your wondrous conception, and who joins the fallen nature of our race to heavenly things; the only hope of the hopeless, and the help of the persecuted; the ready help of those who flee to you, and the refuge of all Christians: do not reject me the sinner, the accursed one, who have rendered myself altogether useless by my shameful thoughts, words, and deeds, and who through indolence have become a slave to the pleasures of this life. But as Mother of the God Who loves mankind, show your love for me the sinner and the prodigal, and receive from me the prayers offered to you by unhallowed lips. Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον· ἀλλ᾽ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ᾽ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν
And, using your boldness as a Mother, entreat your Son, and our Lord and Master, to extend His goodness to me in His wondrous love for mankind, and, overlooking my numberless transgressions, turn me to repentance, showing me to be a zealous doer of His commandments. Καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με.
And be ever near me as merciful, and compassionate, and gentle; in this present life an ardent protection and help, defending me from assaults of adversaries, and leading me to salvation; and in the hour of my departure, encompass my struggling soul, and drive the dark visions of evil spirits far from it; in the fearsome day of judgment, deliver me from eternal punishment, and present me as an inheritor of the ineffable glory of your Son and our God. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα.
May this be my lot, my Lady, most-holy Theotokos, through your mediation and help; by the grace and love for mankind of your only-begotten Son, the Lord and God, and our Savior Jesus Christ. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς ΣουΥἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
To Whom belongs all glory, honor, and worship, with His eternal Father, and His All-Holy, and good, and life-creating Spirit, now and ever, and to the ages of ages. Amen. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Prayer to Our Lord Jesus Christ
by Monk Antiochos of Pandektes Monastery
Εὐχὴ εἰς τὸν Ἰησοῦν Χριστὸν
Ἀντιόχου Μοναχοῦ τοῦ Πανδέκτου
And grant to us, Master, as we depart for sleep, rest for our body and soul; and protect us from the murky sleep of sin, and from all dark and nocturnal passions. Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας.
Calm the impulses of passion, and quench the fiery darts of the evil one, which are treacherously cast against us; check the turbulence of our flesh, and put to rest all our earthy and mundane thoughts. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ᾽ ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον.
And grant to us, O God, a watchful mind, prudent reasoning, a vigilant heart, tranquil sleep, and release from all satanic fantasies. Raise us up at the hour of prayer, strengthened in Your commandments, and holding the remembrance of Your judgments unshaken within us. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας.
Grant to us Your benediction through the night, that we may praise, and bless, and glorify Your all-honored and most-sublime Name, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Then: Εἶτα·
Most-glorious, ever-virgin, blessed Theotokos, present our prayer to your Son and our God, and plead with Him, that through you He may save our souls. Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.
My hope is the Father, my refuge is the Son, my protection is the Holy Spirit. Holy Trinity, glory to You. Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
All my hope I place in you, Mother of God: guard me under your protection. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Troparion Τροπάριον
In you rejoices, O full of grace, all creation, the hierarchy of Angels, and the race of mankind; sanctified temple and intellectual paradise, the boast of virgins, from whom God was incarnate, and became a Child, Who was the pre-eternal God. For He made your womb His throne, and shaped your womb to be more spacious than the heavens. In you rejoices, O full of grace, all creation: glory to you. Eπi σoὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.
Prayer to the Guardian Angel Εὐχὴ εἰς τὸν Φύλακα Ἄγγελον
Holy angel, assigned to accompany my wretched soul and lowly life, do not forsake me nor depart from me because of my extravagance and wickedness. Do not let Satan enter and rule my mortal body with his might, but rather take my wretched and feeble hand to lead me along the path of salvation. Holy guardian angel of God, protector of my wretched soul and body, forgive me for everything by which I have saddened you all the days of my life. Though I have sinned this day be my shelter during the coming night. Keep me from the schemes of the obstinate that I may not anger God with any sin. Intercede with the Lord on my behalf, that He might confirm me in his fear and reveal me as a worthy servant of His goodness. Amen. Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δώῃς χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Then: Εἶτα·
Theotokos Virgin, rejoice Mary full of grace, the Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb. For you have brought forth the Savior of our souls. (3) Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. (γ´)
Dismissal Ἀπόλυσις
Priest: Glory to You, O God, Glory to You.
.
Ἱερεύς· Δόξα σοὶ ὁ Θεός, δόξα Σοί.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Holy father, bless. Πάτερ ἅγιε, εὐλόγησον.
Priest: May Christ our true God, through the intercessions of His all-pure and all-blameless holy Mother; of the holy, glorious, and all-praiseworthy Apostles; of our venerable and God-bearing fathers; of (the patron saint); of (the saints of the day) whom we commemorate; and of all the saints: have mercy on us and save us, for He is good and loves mankind.
Ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ)· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Petitions Συναπτή
Priest: Let us pray for peace in the world.
Ἱερεύς· Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For pious and Orthodox Christians.
Ἱερεύς· Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For our Archbishop, (name), and for all our brotherhood in Christ.
Ἱερεύς· Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For our pious and divinely-protected rulers.
Ἱερεύς· Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For victory and protection of the Christ loving soldiers.
Ἱερεύς· Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For our fathers and brothers who are away from us.
Ἱερεύς· Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who hate us and those who love us.
Ἱερεύς· Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who serve us and are merciful to us.
Ἱερεύς· Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who have asked us, unworthy though we be, to pray for them.
Ἱερεύς· Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For the release of captives.
Ἱερεύς· Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who travel by sea, land, and air.
Ἱερεύς· Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For those who are bedridden with infirmities.
Ἱερεύς· Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: Let us also pray for an abundance of the fruits of the earth.
Ἱερεύς· Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Lord, have mercy. Κύριε ἐλέησον.
Priest: For all our fathers and brothers who have gone to their rest before us, and the Orthodox here and everywhere who piously lie asleep.
Ἱερεύς· Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
May their memory be eternal. Αἰωνία ἡ μνήμη αὐτών.
Priest: Let us also pray for ourselves,...
Ἱερεύς· Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ...
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Troparion
Tone 3
Τροπάριον
Ἦχος γ´
Gabriel stood amazed • at the beauty of your virginity, • and at the splendor • of your purity, • and he cried to you, Theotokos: • what praise is worthy • for me to bring to you? • What shall I call you? • I hesitate, and marvel. • Wherefore as commanded I cry to you: • Rejoice, • you that are full of grace! Τὴν ὡραιότητα • τῆς Παρθενίας σου, • καὶ τὸ ὑπέρλαμπρον • τὸ τῆς ἁγνείας σου, • ὁ Γαβριὴλ καταπλαγείς, • ἐβόα σοι Θεοτόκε· • Ποῖόν σοι ἐγκώμιον, • προσαγάγω ἐπάξιον, • τὶ δὲ ὀνομάσω σε; • ἀπορῶ καὶ ἐξίσταμαι. • Διὸ ὡς προσετάγην βοῶ σοι· • Χαῖρε, • ἡ Κεχαριτωμένη.
* Through the prayers of our holy fathers, Lord Jesus Christ our God have mercy on us and save us. * Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Amen. Ἁμήν.
* From Pascha until its Apodosis instead of “Through the prayers of our holy fathers...:” * Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...»·
Priest: Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life.
Ἱερεύς· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῶ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Truly the Lord is risen. Ἀληθῶς ἀνέστη ὁ Κύριος.
SERVICE OF
GREAT VESPERS
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ
ΜΕΓΑΛΟΥ ΕΣΠΕΡΙΝΟΥ
After the Dismissal of Small Compline, the Priest vested in epitrachelion and felonion censes the clergy and laity and all the temple, preceded by the Deacon (or Reader) holding a candle. Μετὰ δὲ τὴν ἀπόλυσιν τοῦ Ἀποδείπνου ὁ Ἱερεύς ἐνδεδυμένος ἐπιτραχήλιον καὶ φελώνιον θυμιᾷ τὸ ἱερατεῖον καὶ τὸν ναὸν ὅλον, προηγουμένου Διακόνου (ἢ ἀναγνώστου) μετὰ λαμβάδος.
When he reaches the middle of the temple, the Deacon (or the Reader) exclaims: Ὅταν δὲ ὑποστρέφοντες φθάσωσιν εἰς τὸ μέσον τοῦ ναοῦ, ἐκφωνεῖ ὁ Διάκονος (ἢ ἀναγνώστου)·
Deacon: Command.
Διάκονος· Κἐλευσον.
Then the Priest before the Beautiful Gate, says: Καὶ ὁ Ἱερεύς πρὸ τῶν βημοθύρων λέγει·
Priest: Lord, bless.
Ἱερεύς· Κύριε, εὐλόγησον.
The Priest enters through the Beautiful Gate into the Holy of Holies, censes the Holy Table and exclaims: Καὶ εἰσελθὼν διὰ τῆς Ὡραίας Πύλης εἰς τὸ Ἱερὸν θυμιᾷ τὴν Ἁγίαν Τράπεζαν καὶ ἐκφωνει·
Priest: Glory to the holy, consubstantial, life-creating and undivided Trinity, always; now and ever, and to the ages of ages.
Ἱερεύς· Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε· νύν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Proemial Psalm (Psalm 103) Προοιμιακός (Ψαλμὸς ργ´)
* Come, let us worship and fall down before God, our King. * Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
* Come let us worship and fall down before Christ, our King and God. * Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
* Come, let us worship and fall down before Christ Himself, the King and our God. * Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
* From Pascha until its Apodosis instead of “Come, let us worship...,” we chant: “Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life,” (thrice, once from the Holy of Holies, and twice by the choir). * Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Δεῦτε προσκηνήσωμεν...», «Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῶ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος,» (τρὶς, ἅπαξ ἐκ τοῦ Ἱεροῦ Βήματος, καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν).
Bless the Lord, my soul; Lord my God, you are exceedingly magnified; You are clothed in confession and majesty, You cover Yourself with light as with a garment. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Who spreads the heaven like a curtain; Who covers His chambers with waters. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
Who appoints the clouds for His ascent, Who walks on the wings of the winds. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Who makes His Angels spirits, and His ministers a flame of fire. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Who establishes the earth on its foundations, so that it should not move unto to the ages of ages. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
The abyss like a garment is His mantle, upon the mountains shall the waters stand. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
At Your rebuke They will flee, at the thunder of Your voice they will fear. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Mountains rise up and the plains sink down, to the place You have appointed. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
A boundary is set so that they shall not pass, neither return to cover the earth. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Who sends forth springs in the valleys, the waters will run between the mountains. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
From them all beasts of the field shall drink, wild asses will quench their thirst. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Beside them the birds of the heavens will dwell, they will sing among the rocks. Ἐπ᾽ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Who waters the mountains from His chambers, the earth shall be satisfied with the fruit of Your works. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Who brings forth grass for the cattle, and plants for the service of men. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
To bring forth bread from the earth, and wine to gladden the heart of man. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
To make his face cheerful with oil, and bread to strengthen the heart of man. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
The trees of the plain are fed, the cedars of Lebanon, which You planted. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
There sparrows make their nests, the house of the heron is among them. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
The high mountains are for the harts, the rock protects the hares. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
He has made the moon for seasons, the sun knows its going down. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
You appointed the darkness, and there was the night, wherein all the beasts of the forest move about. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Young lions roaring after their prey, and seeking their food from God. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
The sun arises, and they gather together, and they lie down in their dens. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Man goes forth to his work, and to his labor until the evening. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
How magnified are Your works, Lord, in wisdom You have made them all, the earth is filled with Your creation. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
That sea, great and wide, wherein there are innumerable creeping things, small living creatures with the great. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
There ships travel, that dragon whom You made to play therein. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
All things wait on You, to give them their food in due season, when You give it to them, they will gather it. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
On Great Feasts if there will be an Artoklasia, the Anoixantaria are usually sung, replacing the remaining verses of Psalm 103; otherwise:
When You open Your hand, all things shall be filled with goodness. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
When You turn away Your face, they shall be troubled. Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
You will take away their spirit, and they shall cease, and they shall return to their dust. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
You will send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Let the glory of the Lord be to the ages, the Lord will rejoice in His works. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Who looks upon the earth and makes it tremble, Who touches the mountains and they smoke. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
I will sing to the Lord in my life, I will chant to my God for as long as I have my being; may my words be pleasing to Him, for I will rejoice in the Lord. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω· ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
May sinners cease from the earth, and may those who work iniquity exist be no more. Bless the Lord, my soul. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
(Again) The sun knows its setting, darkness comes, and there is night. (Πάλιν) Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
(Again) How magnified are Your works, Lord, in wisdom You have made them all. (Πάλιν) Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Alleluia, alleluia, alleluia. Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia. Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia. Glory to You, O God. Our Hope, O Lord, glory to You. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Then the Great Litany. Εἶτα ἡ Μεγάλη Συναπτῆ.
Anoixantaria Ἀνοιξαντάρια
After the verse, “All things wait on You, to give them their food in due season; when You give it to them,...,” of the Proemial Psalm, we chant: Μετὰ τὸ « Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν,» τοῦ Προοιμιακοῦ, ψάλλωμεν·
When You open Your hand, • all things shall be filled with goodness; • when You turn away Your face, • they shall be troubled. Ἀνοίξαντός σου τὴν χεῖρα, • τὰ σύμπαντα πλησθήσονται χρηστότητος· • ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, • ταραχθήσονται.
Glory to You, O God. • Alleluia. Δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
You will take away their spirit, • and they shall cease; • and they shall return • to their dust. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, • καὶ ἐκλείψουσι, • καὶ εἰς τὸν χοῦν αὐτῶν • ἐπιστρέψουσιν.
Glory to You, O God. • Alleluia. Δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
You will send forth Your Spirit, • and they shall be created; • and You shall renew the face of the earth. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, • καὶ κτισθήσονται, • καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Glory to You, Father; • glory to You, Son; • glory to You, Holy Spirit; • glory to You, O God. • Alleluia. Δόξα σοι, Πάτερ, • δόξα σοι, Υἰέ· • δόξα σοι, τὸ Πνεύμα τὸ Ἅγιον· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
Let the glory of the Lord be to the ages; • the Lord will rejoice • in His works. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, • εὐφρανθήσεται Κύριος • ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Glory to You, Holy One; • glory to You, Lord; • glory to You, Heavenly King; • glory to You, O God. • Alleluia. Δόξα σοι, Ἅγιε, • δόξα σοι, Κύριε· • δόξα σοι, Βασιλεύ οὐράνιε· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
Who looks on the earth • and makes it tremble, • Who touches the mountains and they smoke. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, • καὶ ποιῶν αὐτὴν τρέμειν, • ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
Glory to You, Holy One; • glory to You, Lord; • glory to You, Heavenly King; • glory to You, Holy Spirit; • glory to You, O God. • Alleluia. Δόξα σοι, Ἅγιε, • δόξα σοι, Κύριε· • δόξα σοι, Βασιλεύ οὐράνιε· • δόξα σοι, τὸ Πνεύμα τὸ Ἅγιον· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
I will sing to the Lord throughout my life, • I will chant to my God • for as long as I have my being. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, • ψαλῶ τῷ Θεῷ μου • ἕως ὑπάρχω.
Glory to You, tri-hypostatic Divinity; • Father, Son, and Holy Spirit; • You we worship and we glorify • glory to You, O God. • Alleluia. Δόξα σοι, Τρισυπόστατε Θεότη, • Πάτερ, Υἱέ, καὶ Πνεύμα· • σε προσκυμούμεν καὶ δοξάζομεν· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
May my words be sweet to Him, and I will rejoice in the Lord. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Glory to You, beginingless Father, • glory to You, co-beginingless Son, • glory to You, Holy Spirit; • of one Esence and one throne; • You we worship and we glorify • glory to You, O God. • Alleluia. Δόξα σοι, Πάτερ ἀνάρχε· • δόξα σοι, Υἱέ συνάναρχε· • δόξα σοι, Πνεύμα τὸ Ἅγιον· • τὸ ὁμοούσιον καὶ ὀμόθρονον· • Τριάς Ἁγία· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
Oh that sinners would cease from the earth, • and that those who work iniquity • should be no more. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, • καὶ ἄνομοι, • ὥστε μὴ ὑπάρχειν αὐτούς.
Glory to You, Father; • glory to You, Son; • glory to You, Holy Spirit; • Holy Trinity; • glory to You, O God. • Alleluia. Δόξα σοι, Πάτερ· • δόξα σοι, Υἰέ· • δόξα σοι, τὸ Πνεύμα τὸ Ἅγιον· • Τριάς Ἁγία· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
Bless the Lord, my soul. • The sun knows his going down. You appointed the darkness, and there was the night. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Glory to You, Heavenly King; • glory to You, Almighty; • with the Son and the Holy Spirit; • glory to You, O God. • Alleluia. Δόξα σοι, Βασιλεύ ἐπουράνιε·, • δόξα σοι, Πανοτοκράτωρ· • σὺν Υἱῷ καὶ Πνεύματι· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
How magnified are Your works, Lord! In wisdom You have made them all. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Glory to You, unbegotten Father; • glory to You, begotten Son; • glory to You, the Holy Spirit; • Who proceeds from the Father, • and rests in the Son; • Holy Trinity; • glory to You, O God. • Alleluia. Δόξα σοι, Πάτερ ἀγένητε· • δόξα σοι, Υἰέ γενήτε· • δόξα σοι, τὸ Πνεύμα τὸ Ἅγιον· • τὸ ἐκ Πατρός ἐκπορευόμενον, • καὶ ἐν Υἱῷ ἀναπαυόμενον· • Τριάς Ἁγία· • δόξα σοι, ὁ Θεός. • Ἀλληλούϊα.
Glory to the Father, and to the Son, • and to the Holy Spirit, • now and ever, • and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ • καὶ Ἁγίῳ Πνεύματι, • καὶ νῦν καὶ ἀεὶ • καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Alleluia, • alleluia, • alleluia. • Glory to You, O God. • Alleluia. Ἀλληλούϊα, • Ἀλληλούϊα, • Ἀλληλούϊα. • Δόξα σοι ὁ Θεός. • Ἀλληλούϊα.
Alleluia, • alleluia, • alleluia. • Glory to You, O God. • Alleluia. Ἀλληλούϊα, • Ἀλληλούϊα, • Ἀλληλούϊα. • Δόξα σοι ὁ Θεός. • Ἀλληλούϊα.
Alleluia, • alleluia, • alleluia. • Glory to You, O God. • O our Hope, • O Lord, glory to You. • Alleluia. Ἀλληλούϊα, • Ἀλληλούϊα, • Ἀλληλούϊα. • Δόξα σοι ὁ Θεός. • Ἡ ἐλπὶς ἡμῶν, • Κύριε, δόξα σοι. • Ἀλληλούϊα.
Then the Great Litany. Εἶτα ἡ Μεγάλη Συναπτῆ.
The Great Litany Μεγάλη Συναπτῆ
Deacon: In peace let us pray to the Lord.
Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the peace from above and for the salvation of our souls, let us pray to the Lord.
Διάκονος· Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the peace in the whole world, for the stability of the holy churches of God, and for the union of all, let us pray to the Lord.
Διάκονος· Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For this holy house and for those who enter with faith, reverence, and the fear of God, let us pray to the Lord.
Διάκονος· Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the pious and Orthodox Christians, let us pray to the Lord.
Διάκονος· Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For our Archbishop (Name), the honorable presbytery, the diaconate in Christ, and for all the clergy and the laity, let us pray to the Lord.
Διάκονος· Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For the president of our country, for all civil authorities, and for our armed forces on land, at sea, and in the air, let us pray to the Lord
Διάκονος· Ὑπέρ τοῦ προέδρου τῆς χώρας ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῇ, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα ἡμῶν στρατοῦ, τοῦ κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For this city, for every city and land, and for the faithful who dwell in them, let us pray to the Lord.
Διάκονος· Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For favorable weather, an abundance of the fruits of the earth, and for temperate seasons, let us pray to the Lord.
Διάκονος· Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For travelers by sea, land and air; the sick, the suffering, the captives and their salvation, let us pray to the Lord.
Διάκονος· Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: For our deliverance from all tribulation, wrath, danger, and necessity, let us pray to the Lord.
Διάκονος· Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God.
Διάκονος· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: For to You belong all glory, honor, and worship: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Kekragaria (Lord I have Cried) Κεκραγάρια (Κύριε, ἐκέκραξα
Master, I have cried to Thee, incline Thine ear and hear me: • incline Thine ear and hear me, Lord. • Master, I have cried to Thee, incline Thine ear and hear me: • hearken to the voice of my supplication; • When I lift my fervent cry to Thee, • incline Thine ear and hear me, Lord. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, • εἰσάκουσόν μου, Κύριε. • Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου • πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, • ἐν τῷ κεκραγέναι με πρὸς σὲ • εἰσάκουσόν μου, Κύριε.
Now unto Thee my prayer is ascending, • as incense arising in Thy presence; • heavenward, my hands are lifted, • a vespertime sacrifice: • incline Thine ear and hear me, Lord. Κατευθυνθήτω ἡ προσευχή μου, • ὡς θυμίαμα ἐνώπιόν σου, • ἔπαρσις τῶν χειρῶν μου • θυσία ἑσπερινὴ • εἰσάκουσόν μου, Κύριε.
The following verses are intoned by the chanter:
Set a watch before my mouth, Lord, and a door of restraint before my lips. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Do not incline my heart to evil words, to make excuse with excuses in sins. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
With men that work iniquity; and I will not join with their chosen. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
The righteous man will chasten me with mercy, and reprove me; but do not let the oil of the sinner anoint my head. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
For yet more is my prayer against their pleasantries; their judges have been swallowed up near the rock. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
They shall hear my words, for they are sweetened; as a clod of earth is broken on the earth, their bones have been scattered near to Hades. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
For to You, Lord, Lord, are my eyes, I have hoped in You; do not take my soul away. Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Keep me from the snare which they have laid for me, and from the traps of those who work iniquity. Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
The sinners shall fall into their own net; I am alone until I pass by. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Psalm 141 and Stichera Ψαλμὸς ρμα´
I cried with my voice to the Lord, I made supplication with my voice to the Lord. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
I will pour out my supplication before Him, I will declare my affliction before Him. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
When my spirit was fainting within me, then You knew my paths. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
In that way on which I have walked, they hid a snare for me. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
I looked on my right hand, and beheld, and there was no one who knew me. Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Flight has failed me, and there is no one who watches out for my soul. Ἀπώλετο φυγὴ ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
I have cried to You, Lord I said: You are my Hope, You are my Portion in the land of the living. Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Attend to my supplication, for I am brought very low. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Deliver me from those who persecute me, for they are stronger than I. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Prosomoia Stichera
From the Oktoechos and/or the Menaion
Προσόμοια Στιχηρά
Ἐκ τοῦ Ὀκτωήχου καὶ / ἢ τοῦ Μηναίου
(10) Bring my soul out of prison that I may confess Your name. (ι´) Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
• For ten stichera, sing the first Stichos • Στίχος (ι´)
(9) The righteous shall wait patiently for me until You reward me. (θ´) Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Stichos (9) Στίχος (θ´)
(8) Out of the depths I have cried to You, Lord; Lord, hear my voice. (η´) Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
• For eight stichera, sing the first • Στίχος (η´)
(7) Let Your ears be attentive to the voice of my supplication. (ζ´) Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Stichos (7) Στίχος (ζ´)
(6) If You should mark iniquities, Lord, Lord, who shall stand? For with You there is forgiveness. (στ´) Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
• For six stichera, sing the first Stichos • Στίχος (στ´)
(5) For Your name’s sake I have waited patiently for You, Lord; my soul has waited patiently for Your word, my soul has hoped in the Lord. (ε´) Ἔνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Stichos (5) Στίχος (ε´)
(4) From the morning watch until night, from the morning watch let Israel hope in the Lord. (δ´) Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Stichos (4) Στίχος (δ´)
(3) For with the Lord there is mercy, and with Him is plenteous redemption; and He shall redeem Israel from all his iniquities. (γ´) Ὄτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Stichos (3) Στίχος (γ´)
(2) Praise the Lord, all you nations; praise Him, all you peoples. (β´) Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Stichos (2) Στίχος (β´)
(1) For He has made His mercy to prevail over us, and the truth of the Lord abides to the ages. (α´) Ὄτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Stichos (1) Στίχος (α´)
Idiomelon, Doxastikon or Theotokion
From the Oktoechos and/or the Menaion
Ἰδιόμελον, Δοξαστικόν ἢ Θεοτοκίον
Ἐκ τοῦ Ὀκτωήχου καὶ / ἢ τοῦ Μηναίου
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Idiomelon Ἰδιόμελον
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Doxastikon or Theotokion Δοξαστικόν ἢ Θεοτοκίον.
Entrance Εἰσοδός
Deacon: Wisdom. Rise.
Διάκονος· Σοφία. Ὁρθοί.
O gladsome light • of holy glory, • the immortal Father, • heavenly • and holy, • blessed Jesus Christ, • now that we have come • to the setting of the sun • and see the light of evening, • we praise You, the Father, Son, • and Holy Spirit, one God. • It is worthy • at all times to praise You, • with voices of holy song, • O Son of God • the Giver of life • (of life): the world does glorify • glorify You. Φως ἱλαρὸν ἁγίας δόξης, • ἀθανάτου Πατρός, • οὐρανίου, • ἁγίου, μάρκαρος, • Ἰησοῦ Χριστέ, • ἐλθόντες • ἐπὶ τὴν ἠλίου δύσιν, • ἰδόντες φῶς ἑσπερινόν, • ὑμνοῦμεν Πατέρα, Υἱόν, • καὶ ἅγιον Πνεῦμα Θεόν. • Ἄξιόν σὲ • ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι • φωναὶς αἰσαίς, • Υἱὲ Θεοῦ, • ζωὴν ὁ διδούς διὸ ὁ κόσμος • σὲ δοξάζει.
Prokeimenon Προκείμενον
Deacon: Evening. Prokeimenon!
Διάκονος· Ἑσπέρας. Προκείμενον.
Prokeimena Προκείμενα
Saturday Evening
Tone Plagal 2
Σαββάτῳ ἑσπέρας
Ἦχος πλ. β´
The Lord reigns, He is robed in majesty. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
The Lord reigns, • He is robed in majesty. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
The Lord is clothed with strength, and has girded Himself. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
The Lord reigns, • He is robed in majesty. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
For He established the world, which shall not be shaken. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
The Lord reigns, • He is robed in majesty. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Sunday Evening
Tone Plagal 4
Τῇ Κυριακῇ ἑσπέρας
Ἦχος πλ. δ´
Behold, bless the Lord, all you servants of the Lord. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Behold, bless the Lord, • all you servants of the Lord. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
You that stand in the house of the Lord, in the courts of the house of our God. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Behold, bless the Lord, • all you servants of the Lord. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Monday Evening
Tone 4
Τῇ Δευτέρᾳ ἑσπέρας
Ἦχος δ´
May the Lord answer me, when I call upon Him. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
May the Lord answer me, • when I call upon Him. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
When I called upon You, God of my righteousness, You heard me. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός τῆς δικαιοσύνης μου.
May the Lord answer me, • when I call upon Him. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Tuesday Evening
Tone 1
Τῇ Τρίτῃ ἑσπέρας
Ἦχος α´
Your mercy, Lord, shall follow me, all the days of my life. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Your mercy, Lord, • shall follow me, all the days of my life. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
The Lord shepherds me, and I shall not want. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
Your mercy, Lord, • shall follow me, all the days of my life. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Wednesday Evening
Tone Plagal 1
Τῇ Τετάρτη ἑσπέρας
Ἦχος πλ. α´
Save me, O God, by Your name, and vindicate me by Your might. Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Save me, O God, by Your name, • and vindicate me by Your might. Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
O God, hear my prayer. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.
Save me, O God, by Your name, • and vindicate me by Your might. Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Thursday Evening
Tone Plagal 2
Τῇ Πέμπτῃ ἑσπέρας
Ἦχος πλ. β´
My help comes from the Lord, Who made the heavens and the earth. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
My help comes from the Lord, • Who made the heavens and the earth. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
I have lifted up my eyes to the mountains, from where my help comes. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
My help comes from the Lord, • Who made the heavens and the earth. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Friday Evening
Grave Tone
Τῇ Παρασκευῇ ἑσπέρας
Ἦχος βαρὺς
O God, You are my Helper, Your mercy goes before me. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
O God, You are my Helper, • Your mercy goes before me. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Rescue me from my enemies, O God. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.
O God, You are my Helper, • Your mercy goes before me. Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
On Great Feasts Ἐν ταῖς Μεγάλης Ἑορταῖς
Readings
From the Menaion
Ἀναγνώσματα
Ἐκ τοῦ Μηναίου
The Reader announces the Reading. Ὁ Ἀναγνώστης «Πρὸς...»
Deacon: Wisdom. Let us be attentive.
Διάκονος· Σοφία. Πρόσχωμεν.
The Reader reads the passage. Ὁ Ἀναγνώστης τὸ Ἀνάγνωσμα.
Great Litany of Fervent Supplication Μεγάλη Ἐκτενῆς Ἰκεσίας
Deacon: Let us say with all our soul, and with all our mind let us say.
Διάκονος· Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Lord almighty, God of our fathers, we beseech You: hear us and have mercy.
Διάκονος· Κύριε παντοκράτορ, ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Have mercy on us, O God, according to Your great mercy; we beseech You, hear us and have mercy.
Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἒλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for pious and Orthodox Christians.
Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for our Archbishop (Name).
Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for our brothers, the priests, hieromonks, hierodeacons, and monastics, and for all our brotherhood in Christ.
Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness, and remission of sins of the servants of God, of all pious and Orthodox Christians, of those who dwell and are in this city, and of the members and the council of this holy church.
Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν καὶ ἐπιτρόπων τῆς ἁγίας ἐκκλησίας ταύτης.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for the blessed and ever-memorable builders of this holy church, and for all our fathers and brothers gone to their rest before us, and the Orthodox here and everywhere who piously lie asleep.
Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for those who are fruitful and do good works in this holy and all-venerable temple; for those who serve and those who sing, and for all the people here present, who await Your great and rich mercy.
Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Priest: For You are a merciful God Who love mankind, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Evening Prayer Εὐχὴ Ἐσπεριμή
Make us worthy, Lord, to be kept this evening without sin. Blessed are You, Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Let Your mercy, Lord, be upon us, as we have hoped in You. Blessed are You, Lord, teach me Your commandments. Blessed are You, Master, give me understanding of Your commandments. Blessed are You, Holy One, enlighten me by Your commandments. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Your mercy, Lord, endures to the ages; do not disregard the works of Your hands. To You belongs praise, to You belongs song, to You belongs glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Completed Litany Πληρωτικὰ
Deacon: Let us complete our evening prayer to the Lord.
Διάκονος· Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Διάκονος· Ἀντιλαβοῦ, σῷσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask of the Lord.
Διάκονος· Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: An Angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord.
Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Forgiveness and remission of our sins and transgressions, let us ask of the Lord.
Διάκονος· Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Those things which are good and beneficial to our souls, and peace in the world, let us ask of the Lord.
Διάκονος· Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: To complete the remaining time of our lives in peace and repentance, let us ask of the Lord.
Διάκονος· Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: A Christian end of our lives, painless, unashamed, peaceful, and a good defense before the fearsome judgment seat of Christ, let us ask.
Διάκονος· Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God.
Διάκονος· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
To You, O Lord. Σοὶ, Κύριε.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Priest: For You are a good God Who love mankind, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever and to the ages of ages.
Ἱερεύς· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Prayer at the Bowing of Heads Εὐχῆ τῆς Κεφαλοκλισίας
Priest: Peace be with all.
Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ τῷ πνεύματί σου.
Deacon: Let us bow our heads to the Lord.
Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνωμεν.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: Lord our God, Who bowed the heavens, and Who came down for the salvation of the human race, look upon Your servants and upon Your inheritance. For Your servants have bowed their heads, and they have bent their necks to You, the fearsome Judge Who love mankind; they do not expect help from men, but they await Your mercy, and look for Your expected salvation; protect them at all times, during both the present evening and the coming night, from every enemy, from every opposing work of the devil, and from vain thoughts and evil memories.
Ἱερεύς· Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γάρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ἔκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας· οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντός ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Blessed and glorified is the might of Your Kingdom: of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Note: An Artoklasia may take place at this point; otherwise the Aposticha:
Artoklasia Ἀρτοκλασία
Litany Ἐκτένια
After the “Prayer at the Bowing of Heads,” the Deacon: Μετὰ τὴν «Εὐχῆ τῆς Κεφαλοκλισίας», ψάλλει ὁ Διάκονος·
Deacon: Have mercy on us, O God, according to Your great mercy; we beseech You, hear us and have mercy.
Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἒλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for pious and Orthodox Christians.
Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for our Archbishop (Name), and for all our brotherhood in Christ.
Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Αgain we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness, and remission of sins of the servants of God, of the members and the council of this holy church...
Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐνοριτῶν καὶ ἐπιτρόπων τῆς ἁγίας ἐκκλησίας ταύτης...
...and of the servants of God (Name(s)), (who celebrate this holy feast), and for their health and salvation, let us ask. ...καὶ τῶν δούλων αὐτοῦ, (ὅνομα), (τῶν ἐπιτελοῦντων τὴ ἁγίαν ἑορτὴν ταύτην), ὑγείας, καὶ σωτηρίας ὑπὲρ αὐτῶν εἴπωμεν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray for the protection of this holy church, this city, and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasions, civil strife, and accidental death. That our good God Who love mankind may be merciful, gracious and favorable to us by turning and diverting from us all wrath and sickness impending against us, and deliver us from His just rebuke, and have mercy on us.
Διάκονος· Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθήναι τὴν ἁγίαν ἐκκλησίαν, καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν και χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθών καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾽ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῶν δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Again we pray that the Lord our God will hear the prayer of us sinners, and have mercy on us.
Διάκονος· Ἔτι δεόμεθα καὶ ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Priest: Hear us, O God our Savior, the hope of all those throughout the earth and those far out at sea; and be merciful, be merciful, to us Master, for our sins, and have mercy on us. For You are a merciful God Who love mankind, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now, and ever, and to the ages of ages.
Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσση μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἑλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Prayer Εὐχὴ
Priest: Peace be with all.
Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ τῷ πνεύματί σου.
Deacon: Let us bow our heads to the Lord.
Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνωμεν.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: All-Merciful Master, Lord Jesus Christ our God, through the intercessions of our all-pure Lady, the Theotokos and ever-virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honorable, heavenly bodiless powers; by the supplications of the honorable, glorious, prophet, forerunner, and baptist John; of the holy, glorious, all-praiseworthy, and chief Apostles Peter and Paul, and all the holy Apostles; of our holy fathers among the saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian, and John Chrysostom; of Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; of Nicholas of Myra, Spyridon, Bishop of Trimythous, Dionysios of Aegina, and Nektarios of Pentapolis, the wonder-workers; of the holy, glorious, great martyrs, George the trophy-bearer, Demetrios the myrrh-flowing, Theodore the recruit, Theodore the general, and Menas the wonder-worker; of the hieromartyrs Ignatios, Polykarp, Haralambos, and Eleutherios; of the holy, glorious, great women martyrs Thekla, Barbara, Anastasia, Katherine, Kyriake, Fotini, Marina, Paraskevi, and Irene; of the holy, glorious, and victorious martyrs; of our venerable and God-bearing fathers who were illumined in asceticism; of (the patron saint); of the holy and righteous ancestors of God, Joachim and Anna; of (Saints of the Day) whom we commemorate; and of all Your saints: make our prayer acceptable;...
Ἱερεύς· Δέσποτα πολυέλεε Κύριε, Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν ἁγίων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Διονυσίου Αἰγίνης, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων, ἐνδόξων, μεγαλοn μαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, καὶ Μηνᾶ τοῦ θαυμαρτουργοῦ· τῶν ἱερομαρτύρων Ἰγνατίου, Πολυκάρπου, Χαραλάμπους, Ἐλευθερίου, καὶ Κοσμᾶ τοῦ Αἰτωλοῦ· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινής, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν τῶν ἐν ἀσκῆσει λαμψάντων· (τοῦ ἁγίου τοῦ ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ τὴν μνήμην ἐπιτελοῦμεν· εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν·...
Amen. Ἀμήν.
...Grant us remission of our transgressions;...
...Δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν·...
Amen. Ἀμήν.
...Shelter us under the shelter of Your wings;...
...Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου·...
Amen. Ἀμήν.
...Keep away from us every enemy and adversary;...
...Ἀποδίωξον ἀφ᾽ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον·...
Amen. Ἀμήν.
...Make our lives peaceful;...
...Εἰρήνευσον ἡμῶν τὴν ζωήν·...
Amen. Ἀμήν.
...Lord, have mercy upon us and upon Your world, and save our souls, for You are a good and merciful God Who love mankind.
...Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμον Θεός.
Amen. Ἀμήν.
Troparion Τροπάριον
Priest: Theotokos Virgin, rejoice Mary full of grace, the Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb. For you have brought forth the Savior of our souls.
Ἱερεύς· Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
But, during Bright Week: “Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life.” Ἐν τῇ ἑδομάδα τῆς Διακαινησίμου· «Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.»
Prayer Εὐχὴ
Deacon: Let us pray to the Lord.
Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Lord, Jesus Christ our God, Who blessed the five loaves in the wilderness and from them filled five thousand men, bless also these loaves (the wheat, the wine and the oil) and multiply them in this holy Church, in this city, in the homes of those who celebrate, and in all Your world; and also sanctify Your faithful servants who partake of them. For You are He Who blesses and sanctifies all things, Christ our God, and to You we offer up glory together with Your eternal Father and Your all-holy, good, and life-creating Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Κύριε Ἰησού Χριστέ ὁ Θεός ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, Αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, (τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον)· καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγία Ἐκκλησία, τῇ πόλει ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἅπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπατα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων.
Amen. Ἀμήν.
Troparion Τροπάριον
Grave Tone Ἦχος βαρύς
Priest: Those in whom wealth abounds poor and hungry have become, • but those who eagerly seek the Lord • never shall in want be of every good thing.
Ἱερεύς· Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν· • οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, • οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Those in whom wealth abounds poor and hungry have become, • but those who eagerly seek the Lord • never shall in want be of any good thing. Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν· • οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, • οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
(Repeat) Those in whom wealth abounds poor and hungry have become, • but those who eagerly seek the Lord • never shall in want be of any good thing. (Πάλιν) Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν· • οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, • οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
Then, the Aposticha. Εἶτα τὰ Ἀπόστιχα.
Aposticha
From the Menaion and/or the Oktoechos
Ἀπόστιχα
Ἐκ τοῦ Μηναίου καὶ / ἢ τοῦ Ὀκτωήχου
On Saturday Evening Ἐσπέρας Σαββάτου
Stichos (4) Στίχος (δ´)
(3) The Lord reigns; He is robed in majesty; the Lord is robed, He is girded with strength. (γ´) Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Stichos (3) Στίχος (γ´)
(2) Yes, the world is established; it shall never be moved. (β´) Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Stichos (2) Στίχος (β´)
(1) Holiness befits Your house, Lord, to endless days. (α´) Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Stichos (1) Στίχος (α´)
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
(Idiomelon) (Ἰδιόμελον)
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Doxastikon or Theotokion Δοξαστικόν ἢ Θεοτοκίον
On Sunday – Friday Evening Ἐσπέρας Κυριακή - Παρασκευή
Stichos (3) Στίχος (γ´)
(2) I lift up my eyes to You, Who are enthroned in the heavens. Behold, as the eyes of servants look to the hand of their master, as the eyes of a maid to the hand of her mistress, so our eyes look to the Lord our God, until He has mercy on us. (β´) Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς.
Stichos (2) Στίχος (β´)
(1) Have mercy on us, Lord, have mercy on us, for we have had more than enough of contempt. Too long has our soul been satiated with the scorn of those who are at ease, the contempt of the proud. (α´) Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Stichos (1) Στίχος (α´)
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
(Idiomelon) (Ἰδιόμελον)
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Theotokion or Stavrotheotokion Σταυροθεοτοκίον
Hymn of Simeon the God Bearer Ὠδὴν Συμεὼν τοῦ Θεοδόχου
Priest: Now let Your servant depart in peace, Lord, according to Your word; for my eyes have seen Your salvation which You have prepared in the presence of all people, a light for revelation to the nations, and for glory to Your people Israel.
Ἱερεύς· Νῦν ἀπολύεις τὸν δούλόν σου, Δέσποτα, κατὰ τὸ ῥήμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Trisagion Τρισάγιον
Holy God, Holy Mighty, Holy Immortal have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal have mercy on us. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Troparia
From the Menaion and/or the Oktoechos
Τροπάρια
Ἐκ τοῦ Μηναίου καὶ / ἢ τοῦ Ὀκτωήχου
The Reader chants the Troparion(a). Ὁ Ἀναγνώστης τὸ Τροπάριον(α).
Glory to the Father, and to the Son, and to the Holy Spirit... Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι...
(Another Troparion, if indicated.) (Καῖ τὸν ἕτερον Τροπάριον, ὡς εἴθισται.)
...now and ever, and to the ages of ages. Amen. ...καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Theotokion or Stavrotheotokion Θεοτοκίον ἢ Σταυροθεοτοκίον
Then, if there was no Artoklasia: Ἐὰν δὲ οὐχ ὑπῆρχεν Ἀρτοκλασία·
Deacon: Wisdom.
Διάκονος· Σοφία.
Bless. Εὐλόγησον
Priest: Blessed is He Who is, Christ our God, always, now, and ever, and to the ages of ages.
Ἱερεύς· Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε; νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. May the Lord God strengthen the holy and pure faith of pious and Orthodox Christians, together with His holy Church and this city, to the ages of ages. Amen. Ἀμήν. Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Priest: Most-holy Theotokos, save us.
Ἱερεύς· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
More honorable than the Cherubim, and incomparably more glorious than the Seraphim, the one who incorruptibly gave birth to God the Word, truly the Theotokos, we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
But, if there was an Artoklasia: Ἐὰν δὲ ὑπῆρχεν Ἀρτοκλασία·
Deacon: Let us pray to the Lord.
Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: May the blessing of the Lord and His mercy come upon you through His divine grace and love for mankind, always, now, and ever, and to the ages of ages.
Ἱερεύς· Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ᾽ ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
There is no Dismissal of Vespers, but immediately the Hexapsalm. Ἄνευ Ἀπόλυσις, ὁ Ἑξάψαλμος.
SERVICE OF
MATINS ON FEASTDAYS
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ
ΟΡΘΡΟΥ ΕΝ ΕΟΡΤΑΙΣ
Hexapsalm Ἑξάψαλμος
Glory to God in the highest, and peace on earth, good will to men. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Lord, open my lips, and my mouth shall show forth Your praise. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Lord, open my lips, and my mouth shall show forth Your praise. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Psalm 3 Ψαλμὸς Γ´
Lord, why are those who afflict me multiplied? Many rise up against me. Κύριε, τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμὲ.
Many say to my soul: there is no salvation for him in his God. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.
But You, Lord, are my Helper, my Glory, and the One who lifts up my head. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ· δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου.
I cried to the Lord with my voice, and He heard me out of His holy mountain. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου Αὐτοῦ.
I laid down, and slept; I awoke, for the Lord will help me. Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
I will not be afraid of thousands of people, that set themselves round about against me. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Rise, Lord; save me, my God; for You have struck down all who without cause are my enemies, You have broken the teeth of sinners. Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου· ὅτι σὺ ἐπαταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Salvation is of the Lord, and Your blessing is on Your people. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
(And again:) I laid down and slept; I awoke, for the Lord will help me. (Καὶ πάλιν·) Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Psalm 37 Ψαλμὸς ΛΖ´
Lord, do not rebuke me in Your anger, nor chasten me in Your wrath. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς, με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
For Your arrows are fastened in me, and You have laid Your hand heavily upon me Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου.
There is no healing in my flesh in the face of Your wrath, and there is no peace in my bones in the face of my sins. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
For my iniquities have risen higher than my head, they have pressed heavily on me as a heavy burden. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμὲ.
My wounds have become foul and festering, before the face of my foolishness. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
I have been wretched and utterly bowed down until the end, I went all the day long with downcast face. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
For my loins are filled with inflammation, and there is no healing in my flesh. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.
I am afflicted and exceedingly humbled, I have groaned from the turmoil of my heart. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Lord, all my desire is before You, and my groaning is not hidden from You. Κύριε, ἐναντίον Σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ Σοῦ οὐκ ἀπεκρύβη.
My heart is troubled, my strength has failed me, and the light of my eyes, even this is not with me. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾽ ἐμοῦ.
My friends and my neighbors drew near over against me and stood, and my nearest of kin stood afar off. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.
And those who sought after my soul used violence; and those who sought evils for me spoke vain things, and they meditated on deception all the day long. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι, καὶ ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
But like a deaf man I did not hear them, and I was like a speechless man who does not open his mouth. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
And I became as a man that does not hear, and that has no reproofs in his mouth. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς.
For I have hoped in You, Lord; You will hear me, Lord my God. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, Κύριε, ὁ Θεός μου.
For I said: let my enemies never rejoice over me; for when my feet were shaken, they spoke boastful words against me. Ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ᾽ ἐμὲ ἐμεγαλορρημόνησαν.
For I am ready for scourges, and my sorrow is continually before me. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντὸς.
For I will declare my iniquity, and I will anguish concerning my sin. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
But my enemies live and are made stronger than I, and those who hated me unjustly are multiplied. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.
Those who render me evil for good slandered me, because I pursue goodness. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
Do not forsake me, Lord my God, do not depart from me. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ.
Be attentive to my help, Lord of my salvation. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
(And again:) Do not forsake me, Lord my God, do not depart from me. (Καὶ πάλιν·) Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ.
Be attentive to my help, Lord of my salvation. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
Psalm 62 Ψαλμὸς ΞΒ´
O God, my God, to You I rise early at dawn. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς Σὲ ὀρθρίζω.
My soul has thirsted for You, often my flesh has longed after You in a land barren and untrodden and unwatered. Ἐδίψησέ Σε ἡ ψυχή μου, ποσαπλῶς Σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
So I have appeared before You in the sanctuary, to see Your power and Your glory. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην Σοι, τοῦ ἰδεῖν τὴν δύναμίν Σου καὶ τὴν δόξαν Σου.
For Your mercy is better than lives; my lips shall praise You. Ὅτι κρεῖσσον τὸ ἔλεός Σου ὑπὲρ ζωὰς· τὰ χείλη μου ἐπαινέσουσί Σε.
So shall I bless You in my life, and I will lift up my hands in Your name. Οὕτως εὐλογήσω Σὲ ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί Σου ἀρῶ τὰς χεῖράς μου.
Let my soul be filled as with marrow and fatness, and my mouth shall praise You with lips of rejoicing. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
If I remembered You on my bed, at the dawn I meditated on You. Εἰ ἐμνημόνευόν Σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς Σὲ.
For You have become my Helper, and I shall rejoice in the shelter of Your wings. Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου ἀγαλλιάσομαι.
My soul has cleaved after You, Your right hand has been quick to help me. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω Σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά Σου.
Thus it shall be for those who have in vain sought after my soul: they shall go into the lowest parts of the earth, they shall be surrendered to the edge of the sword, they shall be portions for foxes. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται
But the king shall be glad in God, everyone shall be praised that swears by Him; for the mouth of those who speak unjust things is stopped. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
(And again:) At the dawn I meditated on You; for You have become my Helper, and I shall rejoice in the shelter of Your wings. (Καὶ πάλιν·) Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς Σὲ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου ἀγαλλιάσομαι.
My soul has cleaved after You, Your right hand has been quick to help me. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω Σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά Σου.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Alleluia, alleluia, alleluia. Glory to You, O God. (3, without reverences) Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς. (γ´, ἄνευ μετανοιῶν)
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Psalm 87 Ψαλμὸς ΠΖ´
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, the God of my salvation, I have cried by day and by night before You. Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον Σου.
Let my prayer come before You, bow down Your ear unto my supplication. Εἰσελθέτω ἐνώπιόν Σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς Σου εἰς τὴν δέησίν μου.
For my soul is filled with evils, and my life has drawn near to Hades. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε.
I am counted with those who have gone down into the pit; I have become as a man without help, who is free among the dead. Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐγενήθην ὡςεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.
I am like the slain who sleep in the grave, whom You remember no more, and who are cut off from Your hand. Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός Σου ἀπώσθησαν.
They laid me in the lowest pit, in darkness and in the shadow of death. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
Your anger lies heavily on me, and You have afflicted me with all Your waves. Ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός Σου, καὶ πάντας τοὺς μετεωρισμούς Σου ἐπήγαγες ἐπ᾽ ἐμὲ.
You drove my acquaintances far away from me; they made me an abomination to themselves. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ· ἔθεντό με βδέλυγμα ἑαυτόῖς.
I have been delivered up, and have not come forth; my eyes have grown weak from poverty. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.
I have cried to You, Lord, the whole day long; I have stretched out my hands to You. Ἐκέκραξα πρὸς Σὲ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου.
Will You not work wonders among the dead? Or shall physicians raise them up, that they may confess You? Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί Σοι;
Will not any in the grave tell of Your mercy, and of Your truth in that destruction? Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός Σου, καὶ τὴν ἀλήθειάν Σου ἐν τῇ ἀπωλείᾳ;
No, shall Your wonders be known in that darkness, and Your righteousness in that land that is forgotten? Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά Σου, καὶ ἡ δικαιοσύνη Σου ἐν γῇ ἐπιλελησμένῃ;
But as for me, I have cried to You, Lord; and in the morning my prayer shall come before You. Κἀγὼ πρὸς Σὲ, Κύριε, ἐκέκραξα καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει Σε
Lord, why do You cast off my soul, and why do You turn Your face away from me? Ἵνα τὶ, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν Σου ἀπ᾽ ἐμοῦ;
I am a poor man, and in troubles from my youth; having been exalted I was humbled, and brought to distress. Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην, καὶ ἐξηπορήθην.
Your wrath has passed over me, Your terrors have sorely troubled me. Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί Σου, οἱ φοβερισμοί Σου ἐξετάραξάν με.
They came around me all day long like water, they engulfed me altogether. Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
In distress You drove friend and neighbor, as well as my acquaintances far away from me. Ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
(And again:) Lord, the God of my salvation, I have cried by day and by night before You (Καὶ πάλιν·) Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον Σου.
Let my prayer come before You, bow down Your ear unto my supplication. Εἰσελθέτω ἐνώπιόν Σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς Σου εἰς τὴν δέησίν μου.
Psalm 102 Ψαλμὸς ΠΒ´
Bless the Lord, my soul, and all that is within me, bless His Holy name. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ Ἅγιον Αὐτοῦ.
Bless the Lord, my soul, and do not forget all that He has rendered unto you. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις Αὐτοῦ.
Who is gracious to all your iniquities, Who heals all your infirmities. Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
Who redeems your life from corruption, Who crowns you with mercy and compassion. Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Who fulfills your desires with good things; your youth shall be renewed as the eagle’s. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
The Lord works deeds of mercy, and judges all those who are wronged. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
He has made His ways known to Moses, the things that He wills to the sons of Israel. Ἐγνώρισε τὰς ὁδοὺς Αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα Αὐτοῦ.
The Lord is compassionate and merciful, long suffering and plenteous in mercy, He will not be angry to the end, nor will He be mindful to eternity. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
He has not dealt with us according to our iniquities, neither has He rewarded us according to our sins. Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
For according to the height of heaven from the earth, so the Lord causes His mercy to prevail over those who fear Him. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος Αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
As far as the east is from the west, so far has He removed our iniquities from us. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
As a father has compassion on his sons, the Lord has compassion on those who fear Him; for He knows of what we are made, He remembers that we are dust. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους Αὐτόν· ὅτι Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
As for man, his days are as the grass: as a flower of the field, he shall blossom forth. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
For the wind passes over these and they vanish, and their place is never again remembered. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
But the mercy of the Lord is from eternity, and unto the ages of ages upon those who fear Him. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους Αὐτόν.
And His righteousness is on sons of sons, on those who keep His covenant and remember to do His commandments. Καὶ ἡ δικαιοσύνη Αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην Αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν Αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς.
The Lord in heaven has prepared His throne, and His kingdom has dominion over all. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον Αὐτοῦ, καὶ ἡ βασιλεία Αὐτοῦ πάντων δεσπόζει.
Bless the Lord, all you His Angels, mighty in strength, that perform His word, to hear the voice of His words. Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων Αὐτοῦ.
Bless the Lord, all you His hosts, His ministers, those that do His will. Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις Αὐτοῦ, λειτουργοὶ Αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα Αὐτοῦ.
Bless the Lord, all you His works, in every place of His dominion; bless the Lord, my soul. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα Αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
(And again:) Bless the Lord, all you His works, in every place of His dominion; bless the Lord, my soul. (Καὶ πάλιν·) Ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον.
Psalm 142 Ψαλμὸς ΡΜΒ´
Lord, hear my prayer, in Your truth give ear to my supplications, hear me in Your righteousness. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
And do not enter into judgment with Your servant, for in Your sight no living thing shall be justified. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
For the enemy has persecuted my soul; he has humbled my life down to the earth. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
He has sat me in darkness as those who have been dead to the ages; and my spirit within me despairs, my heart within me is troubled. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
I remembered days of old, I meditated on all Your works, I pondered on the works of Your hands. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
I stretched forth my hands to You; my soul thirsts after You like a dry land. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
Quickly hear me, Lord, my spirit has fainted away. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Do not turn Your face from me, lest I become like those who go down into the pit. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
Make me hear Your mercy in the morning; for I hope in You. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοι ἤλπισα.
Cause me to know, Lord, the way in which I should walk, for I have lifted up my soul to You. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.
Rescue me from my enemies, Lord, I have fled to You for refuge. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον
Teach me to do Your will, for You are my God. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Your good Spirit shall lead me in the land of uprightness; You shall quicken me for Your name’s sake, Lord. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
In Your righteousness, You shall bring my soul out of affliction, and in Your mercy You shall utterly destroy my enemies, and You shall cut off all those who afflict my soul: for I am Your servant. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
(And again:) Hear me in Your righteousness, Lord, and do not enter into judgment with Your servant. (Καὶ πάλιν·) Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου.

(And again:) Your good Spirit shall lead me in the land of uprightness. (Καὶ πάλιν·) Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα Σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα Σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Lord, my Hope, glory to You. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα Σοι ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
The Great Litany Μεγάλη Συναπτῆ
Priest: In peace let us pray to the Lord.
Ἱερεύς· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For the peace from above and for the salvation of our souls, let us pray to the Lord.
Ἱερεύς· Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For the peace in the whole world, for the stability of the holy churches of God, and for the union of all, let us pray to the Lord.
Ἱερεύς· Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For this holy house and for those who enter with faith, reverence, and the fear of God, let us pray to the Lord.
Ἱερεύς· Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For the pious and Orthodox Christians, let us pray to the Lord.
Ἱερεύς· Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For our Archbishop (Name), the honorable presbytery, the diaconate in Christ, and for all the clergy and the laity, let us pray to the Lord.
Ἱερεύς· Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For the president of our country, for all civil authorities, and for our armed forces on land, at sea, and in the air, let us pray to the Lord
Ἱερεύς· Ὑπέρ τοῦ προέδρου τῆς χώρας ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῇ, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα ἡμῶν στρατοῦ, τοῦ κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For this city, for every city and land, and for the faithful who dwell in them, let us pray to the Lord.
Ἱερεύς· Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For favorable weather, an abundance of the fruits of the earth, and for temperate seasons, let us pray to the Lord.
Ἱερεύς· Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For travelers by sea, land and air; the sick, the suffering, the captives and their salvation, let us pray to the Lord.
Ἱερεύς· Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For our deliverance from all tribulation, wrath, danger, and necessity, let us pray to the Lord.
Ἱερεύς· Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Ἱερεύς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God.
Ἱερεύς· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: For to You belong all glory, honor, and worship: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
God is Lord Θεὸς Κύριος
God is Lord and has revealed Himself to us; • blessed is He Who comes in the name of the Lord. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Give thanks to the Lord and call upon His holy name. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
God is Lord and has revealed Himself to us; • blessed is He Who comes in the name of the Lord. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
All the nations compassed me round about; and by the name of the Lord I warded them off. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
God is Lord and has revealed Himself to us; • blessed is He Who comes in the name of the Lord. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
This is the Lord’s doing, and it is marvelous in our eyes. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
God is Lord and has revealed Himself to us; • blessed is He Who comes in the name of the Lord. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Troparia
From the Oktoechos and/or the Menaion
Τροπάρια
Ἐκ τοῦ Ὀκτοήχου καὶ/ἦ ἐκ τοῦ Μηναίου
The Reader chants the Troparion(a). Ὁ Ἀναγνώστης τὸ Τροπάριον(α).
Glory to the Father, and to the Son, and to the Holy Spirit... Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι...
(Repeat the Troparion.) (Καῖ πάλιν τὸ Τροπάριον.)
...now and ever, and to the ages of ages. Amen. ...καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Theotokion Θεοτοκίον
Small Litany Συναπτὴ Μικρὰ
Priest: Again and again, in peace let us pray to the Lord.
Ἱερεύς· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Ἱερεύς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God.
Ἱερεύς· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: For Yours is the dominion, and Yours is the kingdom, and the power, and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Sessional Hymns (Kathismata)
From the Menaion or the Oktoechos
Καθίσματα
Ἐκ τοῦ Μηναίου ἢ τοῦ Ὀκτώηχου
The Reader chants the Kathismata, from the Menaion or the Oktoechos. Ὁ Ἀναγνώστης τὰ Καθίσματα, ἐκ τοῦ Μηναίου ἢ τοῦ Ὀκτώηχου.
After the Polyeleos: Μετὰ τόν Πολυέλεον·
Small Litany Συναπτὴ Μικρὰ
Priest: Again and again, in peace let us pray to the Lord.
Ἱερεύς· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Ἱερεύς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God.
Ἱερεύς· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: For blessed is Your name, and glorified is Your kingdom, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Festal Anavathmoi
First Antiphon of the Fourth Tone
Ἀναβαθμοί ἐν Ἑορταῖς
Α´ Ἀντίφωνον τοῦ Ἦχος δ´
Tone 4 Ἦχος δ´
From the years of my youth, many passions combat me; • but You, Who are my Savior, assist me and save me. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ´ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
(Repeat) From the years of my youth, many passions combat me; • but You, Who are my Savior, assist me and save me. (Πάλιν) Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾽ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
You haters of Sion shall be put to shame by the Lord Almighty, • for as grass in the fire, • you shall all be withered. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
(Repeat) You haters of Sion shall be put to shame by the Lord Almighty, • for as grass in the fire, • you shall all be withered. (Πάλιν) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Glory to the Father, and to the Son, • and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
By the Holy Spirit, every soul is made living, • is exalted, and made shining through purification, • by the Threefold oneness, • in a hidden manner. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Now and ever, • and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
By the Holy Spirit, the streams of grace are flowing, • watering, all of the creation, granting life upon it. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Prokeimenon
From the Menaion
Προκείμενον
Ἐκ τοῦ Μηναίου
The Reader chants the Prokeimenon. Ὁ Ἀναγνώστης τὸ Προκείμενον.
Matins Gospel Εὐαγγέλιον τοῦ Ὄρθρου
Deacon: Let us pray to the Lord.
Διάκ.· Τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Priest: For You are holy, our God, Who rests among the saints, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever and to the ages of ages.
Ἱερεύς· Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Let every breath praise the Lord. Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Let every breath praise the Lord. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Praise the Lord, every breath. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Deacon: And that we may be made worthy to hear the Holy Gospel, let us pray to the Lord our God.
Διάκ.· Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Deacon: Wisdom. Rise. Let us hear the Holy Gospel.
Διάκ.· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Priest: Peace be with all.
Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ τῷ Πνεύματί σου.
Priest: The reading from the Holy Gospel according to...
Ἱερεύς· Ἐκ τοῦ κατὰ... ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Deacon: Let us be attentive.
Διάκ.· Πρόσχωμεν.
Glory to You, O Lord, glory to You. Δόξα σοι, Κύριε, δόξα σοι.
The Priest reads the Gospel. Ὁ Ἱερεύς ἀναγινώσκει τὸ Εὐαγγέλιον.
Glory to You, O Lord, glory to You. Δόξα σοι, Κύριε, δόξα σοι.
On Sundays and During Paschaltide Ἐν ταῖς Κυριακαῖς καὶ ἐν τῇ Πασχάλια
Having beheld the resurrection of Christ, let us worship the holy Lord Jesus, the only Sinless One. We venerate Your Cross, O Christ, and Your holy resurrection we hymn and glorify, for You are our God, and besides You we know no other; we call upon Your name. Come, all you faithful, let us venerate Christ’s holy resurrection, for, behold, through the Cross joy has come to all the world. Ever blessing the Lord, we hymn His resurrection, for having endured the Cross, He has destroyed death by death. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Psalm 50 (Read) Ν´ Ψαλμός (Χῦμα)
The Reader reads Psalm 50. Ὁ Ἀναγνώστης διαβάσει ὁ Ψαλμός.
Have mercy on me, O God, according to Your great mercy, and according to the multitude of Your compassions blot out my transgression. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Wash me thoroughly from my iniquity, and cleanse me from my sin. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
For I know my iniquity, and my sin is ever before me. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Against You only have I sinned, and I have done evil in Your sight, that You may be justified in Your words, and be victorious when You are judged. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
For behold, I was conceived in iniquities, and in sins did my mother bear me. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
For behold, You have loved the truth; the hidden and secret things of Your wisdom You have made manifest to me. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Sprinkle me with hyssop, and I shall be clean; wash me, and I shall be made whiter than snow. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Make me to hear joy and gladness; the bones that are humbled shall rejoice. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Turn Your face away from my sins, and blot out all my iniquities. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Create in me a clean heart, O God, and renew a right spirit within me. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Restore the joy of Your salvation to me, and establish me with Your governing Spirit. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
I shall teach transgressors Your ways, and the impious shall turn back to You. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Deliver me from bloodguilt, O God, the God of my salvation; my tongue shall rejoice in Your righteousness. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Lord, You shall open my lips, and my mouth shall declare Your praise. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
For if You had desired sacrifice, I would have given it; with whole-burnt offerings You shall not be pleased. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
A sacrifice to God is a broken spirit; a heart that is broken and humbled God will not reject. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Do good, Lord, in Your good pleasure to Sion, and let the walls of Jerusalem be built. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ.
Then You shall be pleased with a sacrifice of righteousness, with oblation and whole-burnt offerings. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Then they shall offer young bulls upon Your altar. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Intercessory Troparia Τροπάρια
Tone 2 Ἦχος β´
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Through the intercessions of... (the Apostles), • merciful One, blot out the multitude of our transgressions. Ταῖς τοῦ/τῆς/τῶν... (τῶν Ἀποστόλων), πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Through the intercessions of the Theotokos, • merciful One, blot out the multitude of our transgressions. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Merciful One, have mercy on me, O God, according to Your great mercy; • and according to the multitude of Your compassions • blot out my transgression. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Idiomelon
From the Menaion
Ἰδιόμελον
Ἐκ τοῦ Μηναίου
The Reader chants the Idiomelon; see the Liti Hymns of Vespers. Ὁ Ἀναγνώστης ψάλλει τὸ Ἰδιόμελον· ζήτει τοῦτο εἰς τό Λιτή τοῦ Ἑσπερινοῦ.
Intercessory Prayer «Σῶσον, ὁ Θεός»
Deacon: Ο God, save Your people and bless Your inheritance; look upon Your world with mercy and compassion; raise the horn of Orthodox Christians, and send down upon us Your rich mercies: through the intercessions of our all-pure Lady, the Theotokos and ever-virgin Mary; by the power of the precious and life-giving Cross; through the protection of the honorable, heavenly bodiless powers; by the supplications of the honorable, glorious, prophet, forerunner, and baptist John; of the holy, glorious, all-praiseworthy, and chief Apostles Peter and Paul, as well as all the holy Apostles; of our holy fathers among the saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian, and John Chrysostom; of Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; of Nicholas of Myra, Spyridon the Bishop of Trimythous, Dionysios of Aegina from Zakynthos, and Nektarios of Pentapolis, the wonder workers; of the holy, glorious, great martyrs, George the trophy bearer, Demetrios the myrrh flowing, Theodore the recruit, Theodore the general, and Menas the wonder worker; of the hieromartyrs Ignatios, Polykarp, Haralambos, and Eleutherios; of the holy, glorious, great women martyrs Thekla, Barbara, Anastasia, Katherine, Kyriake, Fotini, Marina, Paraskevi, and Irene; of the holy, glorious, and victorious martyrs; of our righteous and God-bearing fathers who were illumined in asceticism; of (the patron saint); of the holy and righteous ancestors of God, Joachim and Anna; of (Saints of the day) whom we commemorate; and of all Your saints; we beseech You, only all-merciful Lord, hear us sinners who pray to You, and have mercy on us.
Διάκ.· Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοίς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾽ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν ἁγίων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Διονυσίου Αἰγίνης, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων, ἐνδόξων, μεγαλοn μαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου, καὶ Μηνᾶ τοῦ θαυμαρτουργοῦ· τῶν ἱερομαρτύρων Ἰγνατίου, Πολυκάρπου, Χαραλάμπους, Ἐλευθερίου, καὶ Κοσμᾶ τοῦ Αἰτωλοῦ· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινής, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, τῶν ἐν ἀσκῆσει λαμψάντων· (τοῦ ἁγίου τοῦ ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν Ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Priest: Through the mercy, compassion, and love for mankind of Your only-begotten Son with Whom You are blessed, together with Your all-holy, good and life-creating Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Kontakion, Oikos, and Synaxarion, and the Katavasiai
From the Oktoechos and the Menaion
Κοντάκιον, Οἴκος, καὶ Συναξάριον καὶ τὰ Καταβασίαι
Ἐκ τοῦ Ὀκτωήχου καὶ τοῦ Μηναίου
The Reader reads the Kontakion and the Oikos from the Oktoechos and/or the Menaion. Ὁ Ἀναγνώστης τὸ Κοντάκιον καὶ τὸ Οἴκος ἐκ τοῦ Ὀκτοήχου ἦ τοῦ Μηναίου (χῦμα).
The Reader reads the Synaxarion from the Menaion. Ὁ Ἀναγνώστης τὸ Συναξάριον ἐκ τοῦ Μηναίου (χῦμα).
The Reader chants the Katavasiai from the Menaion. Ὁ Ἀναγνώστης ψάλλει ταῖς Καταβασίαις.
Megalynarion
or Ninth Ode of the Kanon
Μεγαλυνάριον
ἢ ἡ Θ´ ᾨδὴ τοῦ Κανόνος
Deacon: The Theotokos and Mother of the Light, in hymns of honor and let us magnify.
Διάκ.· Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
On feasts, the Ninth Ode of the Kanon; otherwise: Ἐν Ἑορταῖς, ἡ Θ´ ᾨδὴ τοῦ Κανόνος, εἰ δὲ μὴ·
My soul magnifies the Lord, and my spirit rejoices in God my Savior. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
More honorable than the Cherubim, • and incomparably more glorious than the Seraphim, • the one who incorruptibly gave birth to God the Word, • truly the Theotokos, • we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, • καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, • τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, • τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
For He has regarded the low estate of His handmaiden. For behold, henceforth all generations will call me blessed. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
More honorable than the Cherubim, • and incomparably more glorious than the Seraphim, • the one who incorruptibly gave birth to God the Word, • truly the Theotokos, • we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, • καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, • τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, • τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
For He Who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
More honorable than the Cherubim, • and incomparably more glorious than the Seraphim, • the one who incorruptibly gave birth to God the Word, • truly the Theotokos, • we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, • καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, • τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, • τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
He has shown strength with His arm, He has scattered the proud in the imagination of their hearts. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
More honorable than the Cherubim, • and incomparably more glorious than the Seraphim, • the one who incorruptibly gave birth to God the Word, • truly the Theotokos, • we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, • καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, • τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,' • τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
He has put down the mighty from their thrones, and exalted those of low degree; He has filled the hungry with good things, and the rich He has sent empty away. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
More honorable than the Cherubim, • and incomparably more glorious than the Seraphim, • the one who incorruptibly gave birth to God the Word, • truly the Theotokos, • we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, • καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, • τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, • τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his posterity to the ages. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
More honorable than the Cherubim, • and incomparably more glorious than the Seraphim, • the one who incorruptibly gave birth to God the Word, • truly the Theotokos, • we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, • καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, • τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, • τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ninth Ode of the Katavasiai
The Reader chants the Ninth Ode of the Katavasiai from the Menaion.
Καταβασία (Θ´ᾨδὴ)
Ὁ Ἀναγνώστης ψάλλει τὴν Θ´ ᾨδῇ ταῖς Καταβασίαις.
Small Litany Συναπτὴ Μικρὰ
Deacon: Again and again, in peace let us pray to the Lord.
Διάκ.· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Διάκ.· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God.
Διάκ.· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοὶ, Κύριε.
Priest: For all the powers of the heavens praise You, and to You they offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Exaposteilarion(a)
From the Menaion
Ἐξαποστειλάριον(α)
Ἐκ τοῦ Μηναίου
The Reader chants the Exaposteilarion(a) and the Theotokion from the Menaion. Ὁ Ἀναγνώστης τὸ Ἐξαποστειλάριον(α) καὶ τὸ Θεοτοκίον ἐκ τοῦ Μηναίου.
Praises Αἶνοι
Let every breath praise the Lord. • Praise the Lord from the heavens, • praise Him in the highest. • To You is due praise, O God. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. • Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν • αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· • Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Praise Him all you His Angels; • praise Him all you His hosts. • To You is due praise, O God. Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· • αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· • Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Prosomoia Stichera
From the Menaion or the Oktoechos
Προσόμοια Στιχηρά
Ἐκ τοῦ Μηναίου ἢ τοῦ Ὀκτώηχου
(6, 8) To do among them the judgment that is written; this glory shall be to all His saints. (στ´, η´) Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
• For 6 or 8 stichera, chant the first Stichos • Στίχος (στ´, η´)
(5, 7) Praise God in His saints, praise Him in the firmament of His power. (ε´, ζ´) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Stichos (5, 7) Στίχος (ε´, ζ´)
(4, 6) Praise Him for His mighty acts, praise Him according to the multitude of His greatness. (δ´, στ´) Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
• For 6 stichera, chant the first Stichos; or, if 6 stichoi began above, Stichos 4 • Στίχος (δ´, στ´)
(3, 5) Praise Him with the sound of trumpet, praise Him with the psaltery and harp. (γ´, ε´) Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Stichos (3, 5) Στίχος (γ´, ε´)
(2, 4) Praise Him with timbrel and dance, praise Him with strings and flute. (β´, δ´) Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Stichos (2, 4) Στίχος (β´, δ´)
(1, 3) Praise Him with tuneful cymbals, praise Him with cymbals of jubilation. Let every breath praise the Lord. (α´, γ´) Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Stichos (1, 3) Στίχος (α´, γ´)
(2) Verse from the Menaion, if given (β´) Στίχος ἐκ τοῦ Μηναίου
Stichos (2) Στίχος (β´)
(1) Verse from the Menaion, if given (α´) Στίχος ἐκ τοῦ Μηναίου
Stichos (1) Στίχος (α´)
Idiomelon
From the Menaion
Ἰδιόμελον
Ἐκ τοῦ Μηναίου
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
The Reader chants the Idiomelon Ὁ Ἀναγνώστης τὸ Ἰδιόμελον
Theotokion
From the Menaion
Θεοτοκίον
Ἐκ τοῦ Μηναίου
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
The Reader chants the Theotokion. Ὁ Ἀναγνώστης τὸ Θεοτοκίον.
Great Doxology Μεγάλη Δοξολογία
Glory unto God Who gives us light. Δόξα σοι τῷ δείξαντι τὸ φῶς.
Glory in the highest to God, and upon earth peace, and to men good will. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
We praise You, we bless You, and we worship You, and glorify You, and give thanks to You for the greatness of Your glory. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
O Lord and King, the heavenly God, Father almighty; Lord only-begotten Son, Jesus Christ; and Holy Spirit. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Lord God, and the Lamb of God, the Father’s Son; Who takes away the sins of the world, have mercy on us: Who takes away the sins of the world. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Lord accept our prayer, You Who sit at the Father’s right hand, and have mercy on us. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Only You, are holy; only You are the Lord, Jesus Christ, the glory of the Father. Amen. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Every day (every day) will I bless You, and praise (and praise) Your name (praise Your name), and to the ages of ages. Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
On this day, we ask, O Lord, that You will keep us without sin (that You will keep us on this day without sin). Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Blessed are, You O Lord, the God of our fathers; we praise You, and we glorify Your holy name unto the ages. Amen. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Let Your mercy Lord, (Your mercy) be upon us, as we have placed (have placed) our hope in You. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
O blessed are You, O Lord: teach me, Your statutes (teach me, O Lord). Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
(Repeat) O blessed are You, O Lord: teach me, Your statutes (teach me, O Lord). (Πἀλιν) Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
(And again:) O blessed are You, O Lord: teach me, Your statutes (teach me, O Lord). (Καὶ πἀλιν) Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
Lord our refuge from each generation to generation. I said: “Lord have mercy upon me; and my soul do heal, I have sinned against You.” Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Unto You, O Lord have I come; teach me Your will (teach Your will unto me Lord) for You are my God. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
With You is the fountain of life and, from Your Light, we shall see light. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Extend, O Lord Your mercy, unto those who know You. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
(Repeat) Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (Πἀλιν) Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
(And again:) Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (Καὶ πἀλιν) Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Holy Immortal, have mercy on us. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Completed Litany Πληρωτικὰ
Deacon: Let us complete our morning prayer to the Lord.
Διάκ.· Πληρώσωμεν τὴν ἑωθιὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Διάκ.· Ἀντιλαβοῦ, σῷσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Lord, have mercy. Κύριε, ἐλέησον.
Deacon: That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask of the Lord.
Διάκ.· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: An Angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask of the Lord.
Διάκ.· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Forgiveness and remission of our sins and transgressions, let us ask of the Lord.
Διάκ.· Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Those things which are good and beneficial to our souls, and peace in the world, let us ask of the Lord.
Διάκ.· Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: To complete the remaining time of our lives in peace and repentance, let us ask of the Lord.
Διάκ.· Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: A Christian end of our lives, painless, unashamed, peaceful, and a good defense before the fearsome judgment seat of Christ, let us ask.
Διάκ.· Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Grant this, O Lord. Παράσχου, Κύριε.
Deacon: Commemorating our all-holy, pure, most-blessed, and glorious * Lady, the Theotokos and ever-Virgin Mary, with all the saints, let us commit ourselves and one another and all our life to Christ our God.
Διάκ.· Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, * Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
* Most-holy Theotokos, save us. * Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
To You, O Lord. Σοί, Κύριε.
Priest: For You are a God of mercy, compassion, and love for mankind, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Prayer at the Bowing of Heads Εὐχὴ Κεφαλοκλησίας
Priest: Peace be with all.
Ἱερεύς· Εἰρήνη πᾶσι.
And with your spirit. Καὶ τῷ πνεύματί σου.
Deacon: Let us bow our heads to the Lord.
Διάκ.· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνομεν.
To You, O Lord. Σοί, Κύριε.
Priest: Holy Lord, dwelling on high and watching over the humble, looking upon all creation with Your all-encompassing eye: we have bowed the neck of our soul and body to You and we beseech You. Holy of Holies, extend Your invisible hand from Your holy dwelling place, and bless us all; and whether we have sinned knowingly or unknowingly, forgive us as the good God Who loves mankind, granting us Your earthly and heavenly benefits.
Ἱερεύς· Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.
For it is Yours to show mercy and to save us, our God, and to You we offer up glory: to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages.
Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἀμήν.
Trisagion Τρισάγιον
It is good to confess to the Lord, and to sing to Your name, Most-High, to proclaim your mercy in the morning, and Your truth at night. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Holy God, Holy Mighty, Holy Immortal have mercy on us.(3) Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς.(γ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest: For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Troparia
From the Menaion
Τροπάριον
Ἐκ τοῦ Μηναίου
The Reader chants the Troparion of the Feast. Ὁ Ἀναγνώστης τὸ Τροπάριον τῆς Ἑορτῆς.
Dismissal Ἀπόλυσις
Priest: Glory to You, O God, glory to You.
Ἱερεύς· Δόξα σοὶ ὁ Θεός, δόξα Σοί.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Holy father, bless. Πάτερ ἅγιε, εὐλόγησον.
Priest: May (He Who is risen from the dead,) Christ our true God, through the intercessions of His all-pure and all-blameless holy Mother; by the power of the precious and life-giving Cross; through the protection of the honorable heavenly bodiless powers; through the supplications of the honorable, glorious, prophet, forerunner, and baptist John; of the holy, glorious, and all-praiseworthy Apostles; of the holy, glorious and triumphant martyrs; of our venerable and God-bearing fathers; of (the patron saint); of the holy and righteous ancestors of God, Joachim and Anna; of (the saints of the day) whom we commemorate; and of all the saints: have mercy on us and save us, for He is good and loves mankind.
Ἱερεύς· (Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωακεὶμ καὶ Ἄννης· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Without saying “Through the prayers...,” the First Hour begins. Ἄνευ «Δι᾽ εὐχῶν...», ἐπισυνάπτεται ἡ Α´ Ὥρα.
SERVICE OF THE
FIRST HOUR
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ
Α´ ΩΡΑΣ
Come, let us worship and fall down before God, our King. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come let us worship and fall down before Christ, our King and God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Come, let us worship and fall down before Christ Himself, the King and our God. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Psalm 5 Ψαλμὸς Ε´ (5)
Give ear to my words, Lord; hear my cry. Τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τῆς κραυγῆς μου.
Attend to the voice of my supplication, O my King and God; Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.
For I will pray to You, Lord; at dawn You shall hear my voice. Ὅτι πρὸς σὲ προσεύξομαι Κύριε· τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου.
At dawn I shall stand before You, and You shall look on me; for You are not a God that wills iniquity. Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ.
He that works evil shall not dwell near You, nor shall transgressors abide before Your eyes Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.
You have hated all those who work iniquity; You shall destroy all those who speak a lie. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.
The Lord shall abhor a man that is bloody and deceitful. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.
But as for me, I shall go into Your house in the multitude of Your mercy; I shall worship toward Your holy temple in fear of You. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκον σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
Lord, guide me in the way of Your righteousness; make straight my way before You, because of my enemies. Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου.
There is no truth in their mouth; their heart is vain. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία.
Their throat is an open sepulcher, they have spoken deceitfully with their tongues: judge them, O God. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρίνον αὐτοὺς ὁ Θεός.
Let them fall down on account of their own imaginings; cast them out according to the multitude of their ungodliness; for they have embittered You, Lord. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε Κύριε.
And let all those who hope in You be glad; they shall rejoice unto the ages, and You shall dwell among them. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται καί κατασκηνώσεις ἐν αὐτοῖς.
And all who love Your name shall glory in You, for You shall bless the righteous. Καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου, ὅτι σὺ εὐλογήσεις δίκαιον.
Lord, You have crowned us as with a shield of Your good pleasure. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Psalm 89 ΠΘ΄ (89)
Lord, You have been our refuge in generation and generation. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
You are before the mountains came to be and the earth and the world was formed, even from everlasting to everlasting. Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ.
Do not turn man away to lowliness; indeed, You have said: Turn back you sons of men. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας· Ἐπιστρέψατε υἱοὶ ἀνθρώπων.
For a thousand years in Your eyes, Lord, are but as yesterday that it is past, and as a watch in the night. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί.
Their years shall be things of no account; man shall pass away in the morning like grass. Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι.
He shall bloom and pass away in the morning, he shall fall and grow withered and dry in the evening. Τὸ πρωῒ ἀνθῆσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
For we have fainted away in Your wrath, and we have been troubled in Your anger. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
You have set our iniquities before You; our life span is in the light of Your countenance. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.
For all our days have faded away, and we have fainted away in Your wrath. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν.
Our years are spun as though by a spider; in its span, the days of our years are threescore and ten. Τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων, αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη.
And if we are in strength, perhaps fourscore years; and what is more than these is toil and travail. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.
For mildness has come on us, and we shall be chastened. Ὅτι ἐπῆλθεν πρᾳότης ἐφ΄ ἡμᾶς καὶ παιδευθησόμεθα.
Who knows the might of Your wrath? And in fear of You, who can recount Your anger? Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου; καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμὸν σου ἐξαριθμήσασθαι;
So make Your right hand known to me, and to those who in their heart are instructed in wisdom. Τὴν δεξιάν σου οὕτω γνώρισόν μοι, καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
Return, Lord; how long? And be entreated concerning Your servants. Ἐπίστρεψον Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
We were filled with Your mercy in the morning, Lord, and we rejoiced and were glad in all our days. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν.
Let us be glad for the days in which You humbled us, for the years in which we saw evils. Εὐφράνθημεν, ἀνθ΄ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά.
And look on Your servants, and on Your works, and guide their sons. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
And let the brightness of the Lord our God be on us, guide the works of our hands on us, yes, guide the work of our hands aright. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ΄ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ΄ ἡμᾶς, καὶ τὸ ἔργο τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Psalm 100 Ρ΄ (100)
I will sing to You, Lord, of mercy and judgment; I will chant and have understanding in a blameless path; when will You come to me? Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
In the midst of my house I have walked in the innocence of my heart. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
I have no unlawful thing before my eyes; I have hated the workers of transgressions. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα.
A crooked heart has not cleaved to me; I did not knew the wicked man who turned from me. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ΄ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον.
I drove away from me him that privately talked against his neighbor. Τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὑτοῦ, τοῦτον ἐξεδίωκον.
I did not eat with him whose eye was proud and whose heart was unsatisfied. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδία, τούτῳ οὐ συνήσθιον.
My eyes were on the faithful of the land, that they might sit with me; the man who walks in the blameless path ministered to me. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ΄ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτος μοι ἐλειτούργει.
The one who is proud did not dwell in the midst of my house; the speaker of unjust things did not prosper before my eyes. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου.
In the morning I slew all the sinners of the land, to utterly destroy all those who work iniquity out of the city of the Lord. Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Alleluia, alleluia, alleluia; Glory to You, O God. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Troparion(a)
From the Orologion
Τροπάρια(α)
Ἐκ τοῦ Ὀρολογίου
Note: If there is more than one Apolitikion, read the first one(s) before “Glory...”
Glory to the Father, and to the Son, and to the Holy Spirit. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
The Reader reads the Apolitikion(a). Ὁ Ἀναγνώστης τὸ Ἀπολυτίκιον(α).
Theotokion Θεοτοκίον
Now and ever, and to the ages of ages. Amen. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
What shall we call you, who are full of grace? Heaven? for you have dawned forth the Sun of justice. Paradise? for you have blossomed forth the flower of immortality. Virgin? for you have remained undefiled. Pure Mother? for you have held in your holy embrace the Son Who is God of all: entreat Him to save our souls. Τὶ σὲ καλέσωμεν, ὧ Κεχαριτωμένη; Οὐρανόν, ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον, ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον, ὅτι ἔμεινας ἄφθορος· ἁγνὴν Μητέρα, ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν.
Psalm Verses Στίχοι
Direct my steps according to Your saying, and let no iniquity have dominion over me. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
(Repeat) Direct my steps according to Your saying, and let no iniquity have dominion over me. (Πἀλιν) Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Deliver me from the false accusation of men, and I will keep Your commandments. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
(Repeat) Deliver me from the false accusation of men, and I will keep Your commandments. (Πἀλιν) Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Make Your face to shine upon Your servant, and teach me Your statutes. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
(Repeat) Make Your face to shine upon Your servant, and teach me Your statutes. (Πἀλιν) Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Let my mouth be filled with praise, that I may hymn Your glory and Your majesty all the day long. Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
(Repeat) Let my mouth be filled with praise, that I may hymn Your glory and Your majesty all the day long. (Πἀλιν) Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
(And again) Let my mouth be filled with praise, that I may hymn Your glory and Your majesty all the day long. (Καὶ πἀλιν) Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
Trisagion Τρισάγιον
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (γ´)
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
All-holy Trinity, have mercy on us. Lord, cleanse us of our sins. Master, pardon our iniquities. Holy One, visit and heal our infirmities for Your name’s sake. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Our Father, Who art in the heavens, hallowed be Thy name. Thy kingdom come, Thy will be done on earth as it is in heaven. Give us this day our daily bread and forgive us our trespasses as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from the evil one. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Priest For Thine is the kingdom and the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and to the ages of ages.
Ἱερεύς· Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Amen. Ἁμήν.
Kontakion(a) or Ypakoë
From the Orologion
Κοντάκιον(α) ἢ Ὑπακοή
Ἐκ τοῦ Ὀρολογίου
The Reader reads the Kontakion from the Orologion; on Sunday afternoon, however, the Ypakoë. Ὁ Ἀναγνώστης τὸ Κοντάκιον· ἐν Κυριακαῖς, ὁ Οἰκος. Ἐν τῇ Κυριακῇ, ἡ Ὑπακοή.
Lord, have mercy. (40) Κύριε ἐλέησον. (μ´)
You Who at all times and at every hour are worshipped and glorified both in heaven and on earth, Christ God; Who are long suffering and generous in mercy and compassion; Who love the just and show mercy to those hardened in sin; Who call all people to salvation through the promise of good things to come: receive, Lord, our supplications at this time, and direct our lives according to Your commandments. Sanctify our souls; purify our bodies; set our minds aright; cleanse our thoughts; and deliver us from all calamity, wrath and distress. Surround us with Your holy Angels, so that guided and guarded by them we may attain the unity of the faith, and the comprehension of Your ineffable glory; for You are blessed to the ages of ages. Amen. Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
More honorable than the Cherubim, and incomparably more glorious than the Seraphim, the one who incorruptibly gave birth to God the Word, truly the Theotokos, we magnify you. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
In the name of the Lord, father, bless. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πἀτερ.
Priest: May God be gracious to us, and bless us, and make His face to shine upon us, and be merciful unto us.
Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Amen. Christ the true Light Who enlightens and sanctifies every man that comes into the world: let the light of Your countenance be signed upon us, that in it we may see the unapproachable Light. Guide our steps in the way of Your commandments, through the intercessions of Your all-pure Mother and of all Your saints. Amen. Ἁμήν. Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.
Dismissal Ἀπόλυσις
Priest: Glory to You, O God, glory to You.
Ἱερεύς· Δόξα σοὶ ὁ Θεός, δόξα Σοί.
Glory to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and to the ages of ages. Amen. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Holy father, bless. Πάτερ ἅγιε, εὐλόγησον.
Priest: May Christ our true God, through the intercessions of His all-pure and all-blameless holy Mother; of the holy, glorious, and all-praiseworthy Apostles; of our venerable and God-bearing fathers; of (the patron saint); of (the saints of the day) whom we commemorate; and of all the saints: have mercy on us and save us, for He is good and loves mankind.
Ἱερεύς· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ Ναοῦ)· (τοῦ ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
* Through the prayers of our holy fathers, Lord Jesus Christ our God have mercy on us and save us. * Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Amen. Ἁμήν.
* From Pascha until its Apodosis instead of “Through the prayers of our holy fathers...:” * Τῇ Πάσχα, μἐχρι τῆς Ἀναλήψεως, ἀντὶ τὸ «Δι᾽ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...»·
Priest: Christ is risen from the dead, trampling down death by death, and to those in the tombs He has granted life.
Ἱερεύς· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῶ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Truly the Lord is risen. Ἀληθῶς ἀνέστη ὁ Κύριος.
Email: fr.luke@denver.goarch.org
© 2003-2016, Saint Nicholas Greek Orthodox Church
Contact Information